previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[355]

Ταῦτ᾽ εἰπὼν ἐνεδίδου τῷ Νικάνορι. καὶ τῶν Ἰουδαίων οἱ συγκαταφυγόντες ὡς τὸν Ἰώσηπον συνίεσαν εἴκοντα τοῖς παρακαλοῦσιν, [356] ἀθρόοι περιστάντες, “ μεγάλα γ᾽ ἂν στενάξειαν, ἐβόων, οἱ πάτριοι νόμοι, οὓς κατέφησεν θεὸς Ἰουδαίοις κτίσας ψυχὰς θανάτου καταφρονούσας. [357] φιλοζωεῖς, Ἰώσηπε, καὶ φῶς ὑπομένεις ὁρᾶν δοῦλον; ὡς ταχέως ἐπελάθου σαυτοῦ. πόσους ὑπὲρ ἐλευθερίας ἀποθνήσκειν ἔπεισας. [358] ψευδῆ μὲν ἄρα δόξαν ἀνδρείας, ψευδῆ δὲ καὶ συνέσεως εἶχες, εἴ γε σωτηρίαν μὲν ἔχειν ἐλπίζεις παρ᾽ οἷς οὕτως ἐπολέμησας, σώζεσθαι δὲ ὑπ᾽ ἐκείνων, κἂν βέβαιον, θέλεις. [359] ἀλλ᾽ εἰ καὶ σοὶ λήθην σεαυτοῦ κατέχεεν Ῥωμαίων τύχη, προνοητέον ἡμῖν τοῦ πατρίου κλέους. χρήσομέν σοι δεξιὰν καὶ ξίφος: σὺ δ᾽ ἂν μὲν ἑκὼν θνήσκῃς, Ἰουδαίων στρατηγός, ἂν δ᾽ ἄκων, προδότης [360] τεθνήξῃ.” ταῦθ᾽ ἅμα λέγοντες ἐπανετείναντο τὰ ξίφη καὶ διηπείλουν ἀναιρήσειν αὐτόν, εἰ τοῖς Ῥωμαίοις ἐνδιδοίη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: