previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24]

δ᾽ ἐπελθὼν καὶ συμβαλὼν μάχῃ ἐνικήθη πολλῶν τῶν μετ᾽ αὐτοῦ πεσόντων. καὶ γίνεται τὸ Κεστίου πταῖσμα συμφορὰ τοῦ σύμπαντος ἡμῶν ἔθνους: ἐπήρθησαν γὰρ ἐπὶ τούτῳ μᾶλλον οἱ τὸν πόλεμον ἀγαπήσαντες καὶ νικήσαντες τοὺς Ῥωμαίους εἰς τέλος ἤλπισαν προσγενομένης καὶ ἑτέρας τινὸς τοιαύτης αἰτίας: [25] οἱ τὰς πέριξ τῆς Συρίας πόλεις κατοικοῦντες τοὺς παρ᾽ ἑαυτοῖς Ἰουδαίους συλλαμβάνοντες σὺν γυναιξὶ καὶ τέκνοις ἀνῄρουν οὐδεμίαν αὐτοῖς αἰτίαν ἐπικαλεῖν ἔχοντες: οὔτε γὰρ ἐπὶ Ῥωμαίων ἀποστάσει νεώτερόν τι πεφρονήκεσαν οὔτε πρὸς αὐτοὺς ἐκείνους ἐχθρὸν ἐπίβουλον. [26] Σκυθοπολῖται δὲ πάντων ἀσεβέστατα καὶ παρανομώτατα διεπράξαντο: ἐπελθόντων γὰρ αὐτοῖς Ἰουδαίων ἔξωθεν πολεμίων τοὺς παρ᾽ αὐτοῖς Ἰουδαίους ἐβιάσαντο κατὰ τῶν ὁμοφύλων ὅπλα λαβεῖν, ὅπερ ἐστὶν ἡμῖν ἀθέμιτον, καὶ μετ᾽ ἐκείνων συμβαλόντες ἐκράτησαν τῶν ἐπελθόντων: ἐπειδὴ δ᾽ ἐνίκησαν, ἐκλαθόμενοι τῆς πρὸς τοὺς ἐνοίκους καὶ συμμάχους πίστεως πάντας αὐτοὺς διεχρήσαντο πολλὰς μυριάδας ὄντας. [27] ὅμοια δ᾽ ἔπαθον καὶ οἱ Δαμασκὸν Ἰουδαῖοι κατοικοῦντες. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις δεδηλώκαμεν: νῦν δ᾽ αὐτῶν ἐπεμνήσθην βουλόμενος παραστῆσαι τοῖς ἀναγινώσκουσιν, ὅτι οὐ προαίρεσις ἐγένετο τοῦ πολέμου πρὸς Ῥωμαίους Ἰουδαίοις, ἀλλὰ τὸ πλέον ἀνάγκη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: