previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[82] γάιός τε Νωρβανὸς καὶ Λεύκιος Σκιπίων, τὼ τότε ὄντε ὑπάτω, καὶ μετ᾽ αὐτῶν Κάρβων, ὃς πέρυσιν ἦρχεν, ἔχθρᾳ μὲν ἐς τὸν Σύλλαν ὁμοία χρώμενοι, δέει δὲ καὶ συνειδότι ὧν ἔπραξαν πολὺ τῶν ἄλλων χείρονι, ἔκ τε τῆς πόλεως στρατόν, ὅσον εὐπόρουν, κατέλεγον καὶ τὸν ἐκ τῆς Ἰταλίας προσλαβόντες ἐπὶ τὸν Σύλλαν κατὰ μέρος ἐχώρουν, σπείραις ἐκ πεντακοσίων ἀνδρῶν διακοσίαις τότε πρῶτον: ὕστερον γὰρ καὶ πλέοσι τούτων. γὰρ εὔνοια τῶν ἀνδρῶν ἐς τοὺς ὑπάτους παρὰ πολὺ ἐποίει, ὡς τὸ μὲν ἔργον τὸ Σύλλα, χωροῦντος ἐπὶ τὴν πατρίδα, δόξαν ἔχον πολεμίου, τὸ δὲ τῶν ὑπάτων, εἰ καὶ περὶ σφῶν ἔπραττον, πρόσχημα τῆς πατρίδος. τῶν τε ἁμαρτηθέντων αὑτοῖς οἱ πολλοὶ συνεγνωκότες καὶ τοῦ φόβου μετέχειν ἡγούμενοι συνέπρασσον, εὖ τὸν Σύλλαν εἰδότες οὐ κόλασιν διόρθωσιν φόβον ἐπὶ σφίσιν, ἀλλὰ λύμας καὶ θανάτους καὶ δημεύσεις καὶ ἀναίρεσιν ὅλως ἀθρόαν ἐπινοοῦντα. ὧν οὐκ ἐψεύσθησαν τῆς δόξης. τε γὰρ πόλεμος ἔφθειρε πάντας, ὧν γε καὶ μύριοι καὶ δισμύριοι πολλάκις ἐν μάχῃ μιᾷ καὶ ἀμφὶ τὸ ἄστυ πέντε μυριάδες ἀμφοῖν ἀπέθανον: καὶ ἐς τοὺς ὑπολοίπους Σύλλας οὐδὲν δεινὸν καὶ καθ᾽ ἕνα καὶ κατὰ πόλεις ἐξέλιπε δρῶν, μέχρι καὶ μόναρχον ἑαυτὸν ἀπέφηνε τῆς Ῥωμαίων ἀρχῆς ὅλης, ἐφ᾽ ὅσον ἔχρῃζέ τε καὶ ἐβούλετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: