previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[79] Πομπήιος δὲ πυθόμενος ἐκέλευε τοῖς πεζοῖς μήτ᾽ ἐπεκθεῖν ἔτι μήτ᾽ ἐκτρέχειν ἐκ τῆς φάλαγγος μηδ᾽ ἀκοντίζειν, ἀλλ᾽ ἐν προβολῇ διαστάντας ἀμύνεσθαι διὰ χειρὸς τοῖς δόρασι τοὺς ἐπιόντας. καὶ τόδε τινὲς αὐτοῦ τὸ στρατήγημα ἐπαινοῦσιν ὡς ἄριστον ἐν περικυκλώσει, δὲ Καῖσαρ ἐν ταῖς ἐπιστολαῖς καταμέμφεται: τάς τε γὰρ πληγὰς ὑπὸ τῆς βολῆς εὐτονωτέρας γίνεσθαι καὶ τοὺς ἄνδρας ὑπὸ τοῦ δρόμου προθυμοτέρους: ἑστῶτας δ᾽ ἀποψύχεσθαί τε καὶ τοῖς ἐπιθέουσιν εὐβλήτους δι᾽ ἀτρεμίαν οἷα σκοποὺς εἶναι. καὶ τότε γενέσθαι: τὸ γὰρ δέκατον τέλος σὺν αὑτῷ περιδραμεῖν τὰ λαιὰ τοῦ Πομπηίου ἔρημα ἱππέων γενόμενα καὶ πανταχόθεν ἀτρεμοῦντας ἐς τὰ πλευρὰ ἐσακοντίζειν, μέχρι θορυβουμένοις ἐμπεσόντας βίᾳ τρέψασθαι καὶ τῆς νίκης κατάρξαι. κατὰ δὲ τὸ ἄλλο πλῆθος ἦν ἔτι τραυμάτων καὶ φόνων ἔργα πολλὰ καὶ ποικίλα: βοὴ δὲ οὐδεμία ἐκ τοσῆσδε φάλαγγος τοιάδε δρώσης οὐδ᾽ οἰμωγαὶ τῶν ἀναιρουμένων πλησσομένων, ἀλλὰ βρυχήματα μόνα καὶ στόνοι πιπτόντων, ἔνθα συνετάχθησαν, εὐσχημόνως. οἱ σύμμαχοι δέ, καθάπερ ἀγῶνα πολέμου θεώμενοι, κατεπλήσσοντο τὴν εὐταξίαν καὶ οὔτε ἐς τὰς σκηνὰς τοῦ Καίσαρος ἐτόλμων ὑπὸ θαύματος, ὀλίγων αὐτὰς καὶ πρεσβυτέρων ἀνδρῶν φυλασσόντων, περιδραμεῖν οὔτε τι ἄλλο ἑστῶτες ἐθάμβουν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: