previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[107] οἱ μὲν δὴ χαίροντες τῷ χωρίῳ τὰ στρατόπεδα ὠχύρουν, Ἀντώνιος δὲ ὥδευε μὲν σὺν τῷ στρατῷ μετ᾽ ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε μεθ᾽ ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν τῷ πεδίῳ, σταδίους ὀκτὼ μόνους ἀποσχὼν ἀπὸ τῶν πολεμίων. καὶ εὐθὺς ἦν κατάδηλος τῶν στρατοπέδων ἐλάττωσίς τε καὶ πλεονεξία. οἱ μὲν γὰρ ἦσαν ἐπὶ κολωνῷ, οἱ δὲ ἐν πεδίῳ, καὶ οἱ μὲν ἐξυλεύοντο ἀπὸ τῶν ὀρῶν, οἱ δ᾽ ἀπὸ τοῦ ἕλους: καὶ ὑδρεύοντο οἱ μὲν ἐκ ποταμοῦ, οἱ δὲ ἐκ φρεάτων ὧν αὐτίκα ὠρωρύχεισαν: τήν τε ἀγορὰν οἱ μὲν ἀπ᾽ ὀλίγων σταδίων ἐπήγοντο ἐκ Θάσου, οἱ δὲ ἀπὸ πεντήκοντα καὶ τριακοσίων ἐξ Ἀμφιπόλεως. ἐδόκει γε μὴν ἐξ ἀνάγκης Ἀντώνιος ὧδε πρᾶξαι, κολωνοῦ μὲν οὐδενὸς ὄντος ἑτέρου, τὸ δ᾽ ἄλλο πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ ποταμοῦ: παρ᾽ καὶ τὰς πηγὰς τῶν ὀρυσσομένων φρεάτων γλυκείας τε καὶ δαψιλοῦς ὕδατος εὕρισκε. τό γε μὴν τόλμημα, εἰ καὶ ἐξ ἀπορίας ἐγένετο, κατέπλησσε τοὺς πολεμίους, ἐγγὺς οὕτω καὶ εὐθὺς ἐξ ἐφόδου σὺν καταφρονήσει παραστρατοπεδεύσαντος. φρούριά τε ἤγειρε πολλὰ καὶ πάντα κατὰ σπουδὴν ὠχύρου τάφροις καὶ τείχεσι καὶ χαρακώμασιν. ὠχύρουν δὲ καὶ οἱ πολέμιοι, ὅσα αὐτοῖς ἐνέλειπεν. δὲ Κάσσιος τὴν ὁρμὴν τοῦ Ἀντωνίου μανιώδη οὖσαν ὁρῶν διετείχιζεν, ἔτι μόνον αὐτοῖς ἔλειπεν ἐς τὸ ἕλος ἀπὸ τοῦ στρατόπέδου, διὰ στενότητα ὑπεροφθέν, ὡς μηδὲν ἔτι ἀτείχιστον εἶναι πλὴν κατὰ πλευρὰς Βρούτῳ μὲν τὰ ἀπόκρημνα, Κασσίῳ δὲ τὸ ἕλος καὶ τὴν θάλασσαν ἐπὶ τῷ ἕλει: τὰ δὲ ἐν μέσῳ πάντα διείληπτο τάφρῳ καὶ χάρακι καὶ τείχει καὶ πύλαις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: