Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[40] Ἀπουληίῳ δὲ ἠπείλησεν ἡ γυνὴ καταμηνύσειν αὐτόν, εἰ μόνος φεύγοι: καὶ ὁ μὲν ἄκων αὐτὴν ἐπήγετο, συνήνεγκε δὲ ἐς τὴν φυγὴν αὐτῷ τὸ ἀνύποπτον, ἅμα γυναικὶ καὶ θεράπουσι καὶ θεραπαίναις ὁδεύοντι φανερῶς. Ἄντιον δὲ ἡ γυνὴ στρωματοδέσμῳ κατείλησε καὶ ἐπέθηκε τοῖς μισθοῦ φέρουσι καὶ διήνεγκεν ἀπὸ τῆς οἰκίας ἐπὶ θάλασσαν, ὅθεν ἔφυγεν ἐς Σικελίαν. Ῥηγῖνον δὲ ἡ γυνὴ νυκτὸς ἐς ὑπόνομον λυμάτων καθῆκεν, ἐς ὃν ἡμέρας οὐχ ὑποστάντων ἐμβῆναι τῶν ὁπλιτῶν διὰ δυσοδμίαν, νυκτὸς ἄλλης εἰς ἀνθρακέα ἐσκεύασε καὶ ὄνον ἄνθρακας φέροντα ἐλαύνειν ἔδωκεν: αὐτὴ δὲ ἐκ βραχέος διαστήματος ἡγεῖτο φορείῳ φερομένη. τῶν δὲ ἀμφὶ τὰς πύλας ὁπλιτῶν τινος τὸ φορεῖον ὑπονοήσαντός τε καὶ ἐρευνωμένου, δείσας ὁ Ῥηγῖνος ἐπέδραμε καὶ ὡς ὁδῷ χρώμενος ἠξίου τὸν ὁπλίτην φείδεσθαι γυναικῶν. ὁ δὲ αὐτὸν ὡς ἀνθρακέα μετ᾽ ὀργῆς ἀμειβόμενος ἐγνώρισεν ῾ἐστράτευτο γὰρ ὑπ᾽ αὐτῷ ποτε ἐν Συρίᾀ καὶ ‘ἄπιθι χαίρων,’ εἶπεν, ‘αὐτοκράτορ: τοῦτο γάρ μοι προσήκει καὶ νῦν καλεῖν σε.’ Κοπώνιον δὲ τὸ γύναιον ᾔτησε παρὰ Ἀντωνίου, σώφρων μὲν οὖσα τέως, ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.