previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[113] Μεσσάλας δὲ οὗτος ἦν, ὃν οἱ τρεῖς ἐπὶ θανάτῳ προγεγράφεσαν ἐν Ῥώμῃ, καὶ χρήματα τῷ κτείναντι καὶ ἐλευθερίαν ἐπικεκηρύχεσαν: δὲ πρὸς Κάσσιον καὶ Βροῦτον φυγών, ἀποθανόντων ἐκείνων, τὸν στόλον ἐπὶ σπονδαῖς Ἀντωνίῳ παραδεδώκει. καί μοι τοῦτο ἀναμνῆσαι νῦν ἔδοξεν ἐς ζήλωμα τῆς Ῥωμαίων ἀρετῆς, ὅπου Μεσσάλας, μόνον ἔχων ἐν τοσῇδε συμφορᾷ τὸν προγράψαντα, ἐθεράπευεν ὡς αὐτοκράτορα καὶ περιέσῳζε.

Κορνιφίκιος δὲ ἀποτρέψασθαι μὲν ἐκ τοῦ χάρακος εὐμαρῶς εἶχε τοὺς πολεμίους, κινδυνεύων δ᾽ ἐξ ἀπορίας ἐς μάχην ἐξέτασσε καὶ προυκαλεῖτο. Πομπηίου δὲ οὐ συμπλεκομένου μὲν ἀνδράσιν ἐν μόνῃ τῇ μάχῃ τὴν ἐλπίδα ἔχουσιν, παραστήσεσθαι δ᾽ αὐτοὺς τῷ λιμῷ προσδοκῶντος, ὥδευεν Κορνιφίκιος, ἐν μέσῳ τοὺς ἀπὸ τῶν νεῶν διαφυγόντας ἀνόπλους ἔχων βαλλόμενός τε καὶ χαλεπῶς, ἐν μὲν τοῖς πεδινοῖς ὑπὸ τῶν ἱππέων, ἐν δὲ τοῖς τραχέσιν ὑπὸ τῶν ψιλῶν τε καὶ κούφων, οἳ Νομάδες Λίβυες ὄντες ἠκόντιζόν τε ἐπὶ πλεῖστον καὶ τοὺς ἐπεκθέοντας ὑπέφευγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: