previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[30] καὶ ἦν τὰ κεφαλαια τοῦ πολέμου τοιάδε. Λευκίου μὲν δὴ δύο τέλη περὶ Ἄλβην ἐστασίασε καὶ τοὺς ἄρχοντας ἐκβαλόντα ἐς ἀπόστασιν ἐχώρει: ἐπειγομένων δὲ ἐς αὐτὰ Καίσαρός τε καὶ Λευκίου, φθάσας τὸν Καίσαρα Λεύκιος ἀνεσώσατο αὐτὰ χρήμασί τε πολλοῖς καὶ ὑποσχέσεσι μεγάλαις. Φουρνίου δ᾽ ἄλλον στρατὸν ἄγοντος τῷ Λευκίῳ, Καῖσαρ ἐξήπτετο τῆς οὐραγίας: ἐς δὲ λόφον ἀναδραμόντι τῷ Φουρνίῳ καὶ νυκτὸς ἐς ὁμογνώμονα πόλιν ἐπειγομένῳ Σεντίαν, νυκτὸς μὲν οὐχ ἕσπετο Καῖσαρ ἐνέδραν ὑποπτεύων, ἡμέρας δὲ τήν τε Σεντίαν ὁμοῦ καὶ τὸ τοῦ Φουρνίου στρατόπεδον ἐπολιόρκει. Λεύκιος δὲ ἐς Ῥώμην ἐπειγόμενος τρεῖς μὲν τάξεις προύπεμψεν, αἳ νυκτὸς ἔλαθον ἐς τὴν πόλιν ἐσδραμοῦσαι, αὐτὸς δὲ σὺν πολλῷ στρατῷ καὶ ἱππεῦσι καὶ μονομάχοις εἵπετο. καὶ αὐτὸν Νωνίου τοῦ φύλακος τῶν πυλῶν δεξαμένου τε καὶ τὸν ὑφ᾽ αὑτῷ στρατὸν ἐγχειρίσαντος, μὲν Λέπιδος ἐς Καίσαρα ἔφευγεν, δὲ Λεύκιος Ῥωμαίοις ἐδημηγόρει, Καίσαρα μὲν καὶ Λέπιδον αὐτίκα δώσειν δίκην ἀρχῆς βιαίου, τὸν δὲ ἀδελφὸν αὐτὴν ἑκόντα ἀποθήσεσθαι καὶ ὑπατείαν ἀλλάξεσθαι, νομιμωτέραν ἀρχὴν παρανόμου καὶ πάτριον ἀντὶ τῆς τυραννικῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: