next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλλάγην. τοιαῦτ᾽ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι: διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου. χειμὼν δ᾽ ἦν ὀλίγον μετὰ τροπὰς, δ᾽ ἀὴρ ἤπιος. χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον. ἀπέχει δὲ Αἴσηπός τε καὶ τὰ ἐπ᾽ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου. καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς, ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γ᾽ οὑτωσὶ φάναι. πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφ᾽ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπιγίγνεται εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις. ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ: τότε δ᾽ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπ᾽ εὐθυμίας αἰθρίας τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης. ἔστι δὲ Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν [p. 503]Ἀσκληπιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν σταδίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν: καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν: δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων. ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: