next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰκέτης Α

αἶρ᾽ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.

Οἰκέτης Β

ἰδού. δὸς αὐτῷ, τῷ κάκιστ᾽ ἀπολουμένῳ
καὶ μήποτ᾽ αὐτῆς μᾶζαν ἡδίω φάγοι.

Οἰκέτης Α

δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.

Οἰκέτης Β

5ἰδοὺ μάλ᾽ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ 'φερες;
κατέφαγεν;

Οἰκέτης Α
οὐ μὰ τὸν Δί᾽ ἀλλ᾽ ἐξαρπάσας
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
ἀλλ᾽ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.

Οἰκέτης Β

ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
10εἰ μή με βούλεσθ᾽ ἀποπνιγέντα περιιδεῖν.

Οἰκέτης Α

ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος:
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.

Οἰκέτης Β
ἰδού.
ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ:
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ᾽ ἐσθίειν.

Οἰκέτης Α

15αἰβοῖ, φέρ᾽ ἄλλην χἀτέραν μοι χἀτέραν,
καὶ τρῖβ᾽ ἔθ᾽ ἑτέρας.

Οἰκέτης Β
μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ:
οὐ γὰρ ἔθ᾽ οἶός τ᾽ εἴμ᾽ ὑπερέχειν τῆς ἀντλίας.

Οἰκέτης Α

αὐτὴν ἄρ᾽ οἴσω συλλαβὼν τὴν ἀντλίαν.

Οἰκέτης Β

νὴ τὸν Δί᾽ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
20ὑμῶν δέ γ᾽ εἴ τις οἶδ᾽ ἐμοὶ κατειπάτω,
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
οὐδὲν γὰρ ἔργον ἦν ἄρ᾽ ἀθλιώτερον
κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, κύων
25φαύλως ἐρείδει: τοῦτο δ᾽ ὑπὸ φρονήματος
βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
ἢν μὴ παραθῶ τρίψας δι᾽ ἡμέρας ὅλης
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
ἀλλ᾽ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
30τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ᾽ ἴδῃ.
ἔρειδε, μὴ παύσαιο μηδέποτ᾽ ἐσθίων
τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
οἷον δὲ κύψας κατάρατος ἐσθίει,
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
35καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν:
χὤτου ποτ᾽ ἐστὶ δαιμόνων προσβολὴ
40οὐκ οἶδ᾽. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
οὐ μὴν Χαρίτων γε.

Οἰκέτης Α
τοῦ γάρ ἐστ᾽;

Οἰκέτης Β
οὐκ ἔσθ᾽ ὅπως
τοῦτ᾽ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.

Οἰκέτης Α

οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
νεανίας δοκησίσοφος, ‘τὸ δὲ πρᾶγμα τί;
45 κάνθαρος δὲ πρὸς τί; ’ κᾆτ᾽ αὐτῷ γ᾽ ἀνὴρ
Ἰωνικός τίς φησι παρακαθήμενος:
δοκέω μέν, ἐς Κλέωνα τοῦτ᾽ αἰνίσσεται,
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.’

Οἰκέτης Β

ἀλλ᾽ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: