Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δ᾽
ἀπολόγημα α πρὸς κατηγορίαν. κατηγορεῖται δ᾽ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δ᾽
ὡς ἀβέβαιον μὲν ἀγαθὸν
δέ: καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δ᾽ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ
τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον