previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λουτρὰ τῆς Παλλάδος

[p. 112]
ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε: τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ θεὸς εὔτυκος ἕρπειν 1
σοῦσθέ νυν, ξανθαί, σοῦσθε Πελασγιάδες.
5οὔποκ᾽ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
οὐδ᾽ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθ᾽ ἀπὸ γηγενέων,
ἀλλὰ πολὺ πράτιστον ὑφ᾽ ἅρματος αὐχένας ἵππων
10λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ἴτ᾽ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ᾽ ἀλαβάστρως
῾συρίγγων ἀίω φθόγγον ὑπαξονίων 2᾿,
15μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδ᾽ ἀλαβάστρως
῾οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεἶ
οἴσετε μηδὲ κάτοπτρον: ἀεὶ καλὸν ὄμμα τὸ τήνας
οὐδ᾽ ὅκα τὰν Ἴδᾳ 3 Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτ᾽ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε 4 Σιμοῦντος
20ἔβλεψεν δίναν ἐς διαφαινομέναν: [p. 114]
οὐδ᾽ Ἥρα: Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν:
δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρ᾽ Εὐρώτᾳ τοὶ Λακεδαιμόνιοι
25ἀστέρες, ἐμπεράμως ἐνετρίψατο 5 λιτὰ λαβοῖσα 6
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς:
κῶραι, τὸ δ᾽ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ῥόδον σίβδας κόκκος ἔχει χροΐαν.
τῶ καὶ νῦν ἄρσεν τι 7 κομίξατε μῶνον 8 ἔλαιον,
30 Κάστωρ, καὶ χρίεται Ἡρακλέης:
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθ᾽ Ἀθαναία: πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀκεστοριδᾶν 9
35ὠθάνα, φέρεται δὲ καὶ Διομήδεος ἀσπίς,
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς:
ὅς ποκα βωλευτὸν 10 γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾷ τεὸν ἱρὸν ἄγαλμα
40ᾤχετ᾽ ἔχων, Κρεῖον δ᾽ εἰς ὄρος ᾠκίσατο:
κρεῖον ὄρος: σὲ δέ, δαῖμον, ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες:
ἔξιθ᾽ Ἀθαναία περσέπτολι, χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγῳ. [p. 116]
45σάμερον ὑδροφόροι μὴ βάπτετεσάμερον Ἄργος
πίνετ᾽ ἀπὸ κρανᾶν μηδ᾽ ἀπὸ τῶ ποταμῶ, 11
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ᾿ς Φυσάδειαν
ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυδῷ τε καὶ ἄνθεσιν ὕδατα μίξας
50ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
τἀθάνᾳ τὸ λοετρὸν ἄγων καλόν. ἀλλά, Πελασγέ,
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδῃς.
ὅς κεν ἴδῃ γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55πότνἰ Ἀθαναία τὺ 12 μὲν ἔξιθι: μέσφα δ᾽ ἐγώ τι
ταῖσδ᾽ ἐρέω. μῦθος δ᾽ οὐκ ἐμός, ἀλλ᾽ ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ περὶ δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο:
60ἀλλὰ καὶ ἀρχαίων εὖτ᾽ ἐπὶ Θεσπιέων
᾿πὶ Κορωνείας εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
᾿πὶ Κορωνείας, 13 ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῷ κεῖντ᾽ ἐπὶ Κωραλίῳ:
65πολλάκις δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδ᾽ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκ᾽ οὐχ ἁγεῖτο Χαρικλώ:
ἀλλ᾽ ἔτι καὶ τήναν δάκρυα πόλλ᾽ ἔμενεν,
καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
70δή ποκα 14 γὰρ πέπλων λυσαμένα περόνας
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
λῶντο: μεσαμβρινὰ δ᾽ εἶχ᾽ ὄρος ἁσυχία. [p. 118]
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ᾽ ἔσαν ὧραι,
πολλὰ δ᾽ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75Τειρεσίας δ᾽ ἔτι μῶνος 15 ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο:
διψάσας δ᾽ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
σχέτλιος: οὐκ ἐθέλων δ᾽ εἶδε τὰ μὴ θεμιτά:
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
80τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ᾽ ἀποισόμενον,
Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;"
μὲν ἔφα, παιδὸς δ᾽ ὄμματα νὺξ ἔλαβεν. 16
ἑστάκη 17 δ᾽ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
85 νύμφα δ᾽ ἐβόασε "τί μοι τὸν κῶρον ἔρεξας,
πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλ᾽ οὐκ ἀέλιον πάλιν ὄψεαι. ἐμὲ δειλάν,
90 ὄρος, Ἑλικὼν οὐκέτι μοι παριτέ,
μεγάλ᾽ ἀντ᾽ ὀλίγων ἐπράξαο: δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.’
καὶ ἅμ᾽ 18 ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
μάτηρ μὲν γοερᾶν οἶτον 19 ἀηδονίδων
95ἆγε βαρὺ κλαίοισα, θεὰ δ᾽ ἐλέησεν ἑταίραν
καί νιν Ἀθαναία πρὸς τόδ᾽ ἔλεξεν ἔπος
δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι᾽ ὀργὰν
εἶπας: ἐγὼ δ᾽ οὔ τοι τέκνον ἔθηκ᾽ ἀλαόν.
οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
100ἁρπάζειν: Κρόνιοι δ᾽ ὧδε λέγοντι νόμοι: [p. 120]
ὅς κε τιν᾽ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον: ἐπεὶ μοιρᾶν ὧδ᾽ ἐπένησε 20 λίνα,
105ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο: νῦν δὲ κομίζευ,
Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
τόσσα δ᾽ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
ἐσσεῖτ᾽: ἀλλ᾽ οὐκ αὐτὸν τε δρόμος αἵ τ᾽ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁππόκ᾽ 21 ἂν οὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρὰ
δαίμονος: ἀλλ᾽ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
115τουτάκι δειπνησεῦντι: τὰ δ᾽ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάωτας ἐπερχομένα:
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
ἐξ ὀρέων ἀλαὸν παῖδ᾽ ὑποδεξαμέναν. 22
ἑτάρα, τῶ μή τι μινύρεο: τῷδε γὰρ ἄλλα
120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
μέγα τῶν ἄλλων δή τι περισσότερον.
γνωσεῖται δ᾽ ὄρνιχας, ὅς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον. [p. 122]
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
130φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλᾳ.’
ὥς φαμένα κατένευσε: τὸ δ᾽ ἐντελὲς κ᾽ ἔπι νεύσῃ 23


Παλλάς, ἐπεὶ μώνᾳ Ζεὺς τό γε θυγατέρων
δῶκεν Ἀθαναίᾳ, πατρώια πάντα φέρεσθαι,
λωτροχόοι, μάτηρ δ᾽ οὔτις ἔτικτε θεάν,
135ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
ψεύδεα κοὐδὲ Διὸς ψεύδετ 24 αι θυγάτηρ.
ἔρχετ᾽ Ἀθαναία νῦν ἀτρεκές: ἀλλὰ δέχεσθε
τὰν θεόν, κῶραι τὦργον 25 ὅσαις μέλεται,
σύν τ᾽ εὐαγορίᾳ σύν τ᾽ εὔγμασι σύν τ᾽ ὀλολυγαῖς.
140χαῖρε θεά, κάδευ δ᾽ Ἄργεος Ἰναχίω.
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.

1 e(/rpei MSS.

2 u(paco/nion e; u(p' a)coni/wn Schneider.

3 *)/idan MSS.; corr. Bentley.

4 ou)d' . . . ou)de\ MSS.; corr. Meineke.

5 e)tri/yato MSS.; corr. Meineke.

6 baloi=sa EF.

7 ti Bergk; te.

8 komi/cate Schneider, mw=non Ernesti; komi/ssate mou=non.

9 *)arestorida=n *walckenaer.

10 pote bouleuto\n MSS.

11 tw=n potamw=n MSS.

12 su\ MSS.

13 There is much uncertainty about the text here. We assume a very bold epanaphora.

14 pote MSS.

15 mou=nos MSS.

16 e)/laben *windob. 318; e)/balen other MSS.

17 e(sta/kh Buttmann; e(sta/qh (e)sta/qh).

18 a)= kai\ a(/m' Editor; a( (h() me\n.

19 oi)=kton Stephanus.

20 e)pe/nhse Spanheim, Bentley; e)pe/neuse.

21 o(ppo/tan MSS.

22 a)podecame/nan Meineke; an absolute solecism, but accepted by Wilamositz and others.

23 e)/pi neu/sh| Wilamositz; e)pineu/sh|.

24 lacuna supplied by the Editor.

25 tw)=rgon Boissonade; tw)=rgos.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Ulrich von Wilamowitz-Moellendorff, 1897)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: