previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[86] Σκιπίωνα μὲν δὴ μετὰ τοῦ παιδὸς οὐ μεταπείθων Σύλλας ἀπέπεμπεν ἀπαθῆ. καὶ πρὸς Νωρβανὸν ἐς Καπύην περὶ συμβάσεων ἔπεμπεν ἑτέρους, εἴτε δείσας τῆς πλέονος Ἰταλιας ἔτι τοῖς ὑπάτοις συνισταμένης εἴτε καὶ ἐς τόνδε καθάπερ ἐς τὸν Σκιπίωνα τεχνάζων. οὐδενὸς δ᾽ αὐτῷ προιόντος οὐδ᾽ ἐς ἀπόκρισιν ῾ὁ γάρ τοι Νωρβανός, ἔοικε, μὴ διαβληθείη τὰ ὅμοια ἐς τὸν στρατὸν ἔδεισεν̓ ἀναστήσας Σύλλας ἐχώρει πρόσω τὰ πολέμια πάντα δῃῶν: τὸ δ᾽ αὐτὸ καὶ Νωρβανὸς ἔπραττε κατ᾽ ἄλλας ὁδούς. Κάρβων δὲ ἐς τὸ ἄστυ προδραμὼν Μέτελλόν τε καὶ τοὺς ἄλλους, ὅσοι ὄντες ἀπὸ τῆς βουλῆς τῷ Σύλλᾳ συνῆσαν, ἐψηφίζετο εἶναι πολεμίους. αἷς ἡμέραις καὶ τὸ Καπιτώλιον ἐνεπίμπρατο: καὶ τὸ ἔργον τινὲς ἐλογοποίουν Κάρβωνος τῶν ὑπάτων Σύλλα πέμψαντος εἶναι, τὸ δ᾽ ἀκριβὲς ἄδηλον ἦν, καὶ οὐκ ἔχω τὴν αἰτίαν ἐγὼ συμβαλεῖν, δι᾽ ἣν ἂν οὕτως ἐγένετο. Σερτώριος δ᾽ ἐκ πολλοῦ στρατηγεῖν ἡρημένος Ἰβηρίας μετὰ τὴν Συέσσης κατάληψιν ἔφευγεν ἐς τὴν Ἰβηρίαν: καὶ αὐτὸν τῶν προτέρων στρατηγῶν οὐ δεχομένων, πολλοὺς ἐνταῦθα καὶ ὅδε Ῥωμαίοις ἀνεκίνησε πόνους. πλέονος δ᾽ ἀεὶ τοῖς ὑπάτοις γιγνομένου στρατοῦ ἀπό τε τῆς πλέονος Ἰταλίας ἔτι σφίσι συνεστώσης καὶ ἀπὸ τῆς ὁμόρου περὶ τὸν Ἠριδανὸν Γαλατίας, οὐδ᾽ Σύλλας ἠμέλει, περιπέμπων ἐς ὅσα δύναιτο τῆς Ἰταλίας, φιλίᾳ τε καὶ φόβῳ καὶ χρήμασι καὶ ἐλπίσιν ἀγείρων, μέχρι τὸ λοιπὸν τοῦ θέρους ἑκατέροις ἐς ταῦτα ἀνηλώθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: