previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[77] ὡς δὲ σφίσιν ἕτοιμα πάντα ἦν, ἐπὶ πολὺ καὶ ὣς ἀνέμενον ἐν βαθείᾳ σιωπῇ, μέλλοντες ἔτι καὶ ὀκνοῦντες καὶ ἐς ἀλλήλους ἀποβλέποντες, ὁπότερος ἄρξει τῆς μάχης. τό τε γὰρ πλῆθος ᾤκτειρον, οὐδενός πω τοσοῦδε Ἰταλοῦ στρατοῦ ἐς ἕνα κίνδυνον συνελθόντος, καὶ τὴν ἀρετὴν ἐκκρίτων ὄντων ἑκατέρων ἠλέουν, καὶ μάλιστα, ὅτε ἴδοιεν Ἰταλοὺς Ἰταλοῖς συμφερομένους. ἐγγύς τε τοῦ κακοῦ γιγνομένοις αὐτοῖς μὲν ἐκκαίουσα καὶ τυφλοῦσα πάντας φιλοτιμία ἐσβέννυτο καὶ μετέβαλλεν ἐς δέος, δὲ λογισμὸς ἐκαθάρευε δοξοκοπίας καὶ τὸν κίνδυνον ἐμέτρει καὶ τὴν αἰτίαν, ὅτι περὶ πρωτείων δύο ἄνδρε ἐρίζοντε ἀλλήλοιν αὐτώ τε κινδυνεύετον ἀμφὶ τῇ σωτηρίᾳ, μηδ᾽ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι, καὶ τοσόνδε πλῆθος ἀνδρῶν ἀγαθῶν δι᾽ αὐτούς. ἐσῄει δὲ σφᾶς, ὅτι φίλοι καὶ κηδεσταὶ τέως ὄντες καὶ πολλὰ συμπράξαντες ἀλλήλοις ἐς ἀξίωμα καὶ δύναμιν, ξίφη νῦν φέρουσι κατ᾽ ἀλλήλων καὶ τοὺς ὑποστρατευομένους ἐς ὁμοίας ἀθεμιστίας ἄγουσιν, ὁμοεθνεῖς τε ὄντας ἀλλήλοις καὶ πολίτας καὶ φυλέτας καὶ συγγενεῖς, ἐνίους δὲ καὶ ἀδελφούς: οὐδὲ γὰρ ταῦτα ἐνέλειπεν ἐκείνῃ τῇ μάχῃ, ἀλλ᾽ ὡς ἐν τοσαῖσδε μυριάσιν ἐξ ἑνὸς ἔθνους ἐπ᾽ ἀλλήλας ἰούσαις πολλὰ τὰ παράδοξα συνέπιπτεν. ὧν ἐνθυμούμενος ἑκάτερος μετανοίας τε οὐ δυνατῆς ἔτι ἐν τῷ παρόντι ἐνεπίμπλατο καὶ ὡς ἐσόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τῶν ἐπὶ γῆς πρῶτος τελευταῖος ὤκνει τοσῆσδε ἀμφιβολίας ἄρξαι. καί φασιν αὐτῶν ἑκάτερον καὶ δακρῦσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: