previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[50] ὡς δέ οἱ πάντα ἦν ἕτοιμα, συναγαγὼν ὅσοι τε ἦσαν ἀπὸ τῆς βουλῆς καὶ ἀπὸ τῶν καλουμένων ἱππέων καὶ τὸν στρατὸν ἅπαντα ἐς ἐπήκοον, ἔλεξεν ὧδε:

καὶ Ἀθηναῖοι τὴν πόλιν ἐξέλιπον, ἄνδρες, ὑπὲρ ἐλευθερίας τοῖς ἐπιοῦσι πολεμοῦντες, οὐ τὰ οἰκήματα πόλιν, ἀλλὰ τοὺς ἄνδρας εἶναι νομίζοντες: καὶ τόδε πράξαντες ὀξέως αὐτὴν ἀνέλαβόν τε καὶ εὐκλεεστέραν ἀπέφηναν: καὶ ἡμῶν αὐτῶν οἱ πρόγονοι Κελτῶν ἐπιόντων ἐξέλιπον τὸ ἄστυ, καὶ αὐτὸ ἀνεσώσατο ἐξ Ἀρδεατῶν Κάμιλλος ὁρμώμενος. πάντες τε οἱ εὖ φρονοῦντες τὴν ἐλευθερίαν, ὅπῃ ποτ᾽ ἂν ὦσιν, ἡγοῦνται πατρίδα. καὶ ἡμεῖς ἐνθυμούμενοι δεῦρο διεπλεύσαμεν, οὐ τὴν πατρίδα ἐκλιπόντες, ἀλλ᾽ ὑπὲρ αὐτῆς παρασκευασόμενοί τε καλῶς ἐνθάδε καὶ ἀμυνούμενοι τὸν ἐκ πολλοῦ μὲν ἐπιβουλεύοντα αὐτῇ, διὰ δὲ τοὺς δωροδοκοῦντας τὴν Ἰταλίαν ἄφνω καταλαβόντα. ὃν ὑμεῖς μὲν ἐψηφίσασθε εἶναι πολέμιον, δὲ καὶ νῦν ἡγεμόνας ἐς τὰ ἔθνη τὰ ὑμέτερα περιπέμπει καὶ τῇ πόλει τινὰς ἐφίστησι καὶ ἑτέρους ἀνὰ τὴν Ἰταλίαν: τοσῇδε τόλμῃ τὸν δῆμον ἀφαιρεῖται τὴν ἡγεμονίαν. καὶ εἰ τάδε πολεμῶν ἔτι καὶ δεδιὼς καὶ δίκην σὺν θεῷ δώσων ἐξεργάζεται, τί χρὴ νικήσαντα προσδοκᾶν ἐκλείψειν ὠμότητος βίας; καὶ τάδε πράττοντι κατὰ τῆς πατρίδος σύνεισίν τινες ἐωνημένοι χρημάτων ὧν ἐκεῖνος ἀπὸ τῆς ὑμετέρας Γαλατίας πεπόρισται, δουλεύειν ἀντὶ τῆς πρὸς αὐτὸν ἐκεῖνον ἰσονομίας αἱρούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: