previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[112] τὸ δὲ στρατόπεδον ὡς ἐρυμνὸν ὀλίγοι πάμπαν ἐφύλασσον: ὅθεν αὐτῶν εὐμαρῶς ἐκράτησεν Ἀντώνιος. ἤδη δὲ καὶ ἔξω τοῦ Κασσίου στρατὸς ἡσσᾶτο καὶ τὴν κατάληψιν ἰδὼν τοῦ στρατοπέδου διεσκίδνατο ἀκόσμως. καὶ τὸ ἔργον ἦν ἐντελὲς ἑκατέροις καὶ ὅμοιον: Βροῦτός τε γὰρ τὸ λαιὸν τῶν πολεμίων ἐτέτραπτο καὶ τὸ στρατοπεδον ᾑρήκει, Ἀντώνιός τε Κασσίου κρατῶν σὺν ἀμηχάνῳ τόλμῃ τὸ στρατόπεδον ἐπόρθει. φόνος τε ἦν ἑκατέρων ποικίλος: ὑπὸ δὲ μεγέθους πεδίου τε καὶ κονιορτοῦ τὰ ἀλλήλων ἠγνόουν, μέχρι ποτὲ ἐπύθοντο καὶ τοὺς λοιποὺς ἀνεκάλουν. οἱ δὲ ἐπανῄεσαν, ἀχθοφόροις ἐοικότες μᾶλλον στρατιώταις: καὶ οὐδὲ τότε ἀλλήλων ᾐσθάνοντο οὐδὲ καθεώρων, ἐπεὶ ῥίψαντές γε, ὅσα ἔφερον, οἱ ἕτεροι μέγα ἂν εἰργάσαντο κατὰ τῶν ἑτέρων, ἀσυντάκτως ὧδε ἀχθοφορούντων. τὸν δ᾽ ἀριθμὸν τῶν ἀποθανόντων εἰκάζουσι τῶν μὲν ἀμφὶ τὸν Κάσσιον ἐς ὀκτακισχιλίους σὺν τοῖς παρασπίζουσι θεράπουσι γενέσθαι, τῶν δ᾽ ἀμφὶ τὸν Καίσαρα διπλασίονα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: