previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[132] ὧδε μὲν δὴ Κάσσιος καὶ Βροῦτος ἐθνῃσκέτην, ἄνδρε Ῥωμαίων εὐγενεστάτω τε καὶ περιφανεστάτω καὶ ἐς ἀρετὴν ἀδηρίτω, χωρὶς ἄγους ἑνός, γε καὶ Γάιος Καῖσαρ, ὄντε τῆς Μάγνου Πομπηίου μοίρας, ἐκ μὲν ἐχθροῖν καὶ πολεμίοιν ἐποιήσατο φίλω, ἐκ δὲ φίλοιν ἦγεν ὡς υἱώ. καὶ βουλὴ περιποθήτω τε εἶχεν αἰεὶ καὶ ἀτυχήσαντε ἐλεεινὼ δυοῖν τε τούτοιν ἕνεκα πᾶσιν ἀμνηστίαν ἐτίθετο καὶ φυγόντοιν αὐτοῖν ἔπεμψεν ἡγεμονίας, ἵνα μὴ φυγάδες εἶεν, οὐκ ἀμελοῦσα μὲν Γαΐου Καίσαρος οὐδὲ ἐφηδομένη τοῖς γεγονόσιν, ὅπου καὶ ζῶντα τῆς ἀρετὴς καὶ τύχης ἐθαύμαζε καὶ ἀποθανόντα ἔθαπτε δημοσίᾳ καὶ ἐκύρου τὰ ἔργα ἀθάνατα εἶναι ἀρχάς τε καὶ ἡγεμονίας ἐς πολὺ ἐκ τῶν ὑπογραφῶν ἐποίει τῶν Καίσαρος, οὐδὲν ἡγουμένη κρεῖσσον εὑρήσειν ὧν ἐκεῖνος ἐνόησεν. ἀλλ᾽ περὶ τώδε τὼ ἄνδρε σπουδὴ καὶ δέος τὸ ὑπὲρ αὐτοῖν προήγαγεν αὐτὴν ἐς ὑπεροψίαν διαβολῆς: οὕτως ἅπασιν ἐγενέσθην τιμίω. ἐγενέσθην δὲ καὶ τῶν φυγόντων τοῖς ἀρίστοις τιμιωτέρω Πομπηίου, πλησιάζοντος καὶ οὐκ ἀδιάλλακτον ἔχοντος αἰτίαν, πορρωτέρω τε ὄντε αὐτὼ καὶ ἀδιαλλάκτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: