previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36] καὶ τὰ μὲν ἐς τέλος τῶν συμφορῶν τοῖς προγεγραμμένοις ἀπαντῶντα τοιάδε μάλιστα ἦν: ὅσα δὲ ἐκ παραλόγου τισὶν ἐγίγνετο ἔς τε τὴν σωτηρίαν αὐτίκα καὶ ἐς ἀξίωσιν ὕστερον, ἐμοί τε ἥδιον εἰπεῖν καὶ τοῖς ἀκούουσιν ὠφελιμώτερον ἐς μηδὲν ἀποκάμνοντας ἐλπίζειν περιέσεσθαι. αἱ μὲν οὖν φυγαὶ τοῖς δυναμένοις ἦσαν ἐς Κάσσιον Βροῦτον ἐς Λιβύην ἐπὶ Κορνιφίκιον, καὶ τόνδε τῆς δημοκρατίας μεταποιούμενον: δὲ πολὺς ἐς Σικελίαν ᾔει, γειτονεύουσαν τῆς Ἰταλίας, καὶ Πομπηίου σφᾶς προθύμως ὑποδεχομένου. λαμπροτάτην γὰρ δὴ σπουδὴν ἐς τοὺς ἀτυχοῦντας Πομπήιος ἐν καιρῷ τότε ἔδειξε, κήρυκάς τε περιπέμπων, οἳ πάντας ἐς αὐτὸν ἐκάλουν, καὶ τοῖς περισῴζουσιν αὐτοὺς ἐλευθέροις τε καὶ θεράπουσι προλέγων διπλάσια τῶν διδομένων τοῖς αἱροῦσι: λέμβοι τε αὐτοῦ καὶ στρογγύλα ὑπήντα τοῖς πλέουσι, καὶ τριήρεις τους αἰγιαλοὺς ἐπέπλεον, σημεῖά τε ἀνίσχουσαι τοῖς ἀλωμένοις, καὶ τὸν ἐντυγχάνοντα περισῳζουσαι. αὐτός τε τοῖς ἀφικνουμένοις ἀπήντα καὶ ἐσθῆτος αὐτίκα καὶ κατασκευῆς ἐμερίζετο: τοῖς δὲ ἀξίοις καὶ ἐς στρατηγίας ναυαρχίας ἐχρῆτο. σπονδῶν τέ οἱ πρὸς τοὺς τρεῖς γιγνομένων ὕστερον, οὐ συνέθετο, πρὶν καὶ τούσδε τοὺς εἰς αὐτὸν διαφυγόντας ἐς ταύτας περιλαβεῖν. μὲν δὴ χρησιμώτατος οὕτως ἀτυχούσῃ τῇ πατρίδι ἐγίγνετο, καὶ δόξαν ἐκ τοῦδε ἀγαθήν, ἴδιον ἐπὶ τῇ πατρῴᾳ καὶ οὐχ ἥσσονα τήνδε ἐκείνης, προσελάμβανεν: ἕτεροι δὲ ἑτέρως φυγόντες κρυπτόμενοι μέχρι τῶν σπονδῶν, οἱ μὲν ἐν χωρίοις τάφοις, οἱ δὲ ἐν αὐτῷ ἄστει, σὺν ἐπινοίαις οἰκτραῖς διεγένοντο. φιλανδρίαι τε παράδοξοι γυναικῶν ὤφθησαν καὶ παίδων ἐς πατέρας εὔνοιαι καὶ θεραπόντων ὑπὲρ φύσιν ἐς δεσπότας. καὶ τῶνδε ὅσα παραδοξότατα, ἀναγράψω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: