previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[108] καὶ Ἀγριππας, κωλυόντων αὐτὸν τῶν κυβερνητῶν μεγάλαις ναυσὶν ἐς ὀλίγον ὕδωρ ἐπιπλεῖν, πελάγιος ἐπ᾽ ἀγκυρῶν ἐσάλευεν ὡς ἐφορμιούμενος τοῖς πολεμίοις καὶ νυκτομαχήσων, εἰ δέοι. τῶν φίλων δ᾽ αὐτῷ παραινούντων μὴ ἀλόγῳ θυμῷ συμφέρεσθαι μηδὲ τὸν στρατὸν ἐκτρύχειν ἀγρυπνίᾳ καὶ πόνῳ μηδὲ πιστεύειν πολυχείμωνι θαλάσσῃ, μόλις ἑσπέρας ἀνεζεύγνυε. καὶ οἱ Πομπηιανοὶ ἐς τοὺς λιμένας παρέπλεον, τριάκοντα μὲν τῶν σφετέρων νεῶν ἀποβαλόντες, πέντε δὲ καταδύσαντες τῶν πολεμίων καὶ βλάψαντες ἄλλα ἱκανὰ καὶ βλαβέντες ὅμοια. καὶ αὐτοὺς Πομπήιος ἐπαινῶν, ὅτι τηλικαύταις ναυσὶν ἀντέσχον, τειχομαχῆσαι μᾶλλον ἔφασκεν ναυμαχῆσαι καὶ ὡς νενικηκότας ἐδωρεῖτο, καὶ ἐπήλπιζεν ἐν τῷ πορθμῷ διὰ τὸν ῥοῦν κουφοτέρους ὄντας περιέσεσθαι καὶ αὐτὸς ἔφη τι προσθήσειν ἐς τὸ τῶν νεῶν ὕψος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: