previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[69] δ᾽ Ἀντώνιος ἐδίδασκε τοὺς Λίβωνος οἰκείους Λίβωνα καλεῖν ἐκ Σικελίας ἐπὶ συνησθήσει τοῦ κήδους, ἐργασόμενόν τι καὶ μεῖζον: τὸ δ᾽ ἀσφαλὲς τῷ Λίβωνι ἀνεδέχετο αὐτός. οἱ μὲν δὴ ταχέως ἐπέστελλον, καὶ Πομπήιος τῷ Λίβωνι συνεχώρει. ἀφικόμενος δὲ Λίβων ἐς νῆσον ὡρμίσθη τὰς Πιθηκούσας, νῦν ἐστιν Αἰναρία. καὶ μαθὼν δῆμος αὖθις ἠθροίζετο καὶ παρεκάλει σὺν ὀλοφύρσει τὸν Καίσαρα πέμψαι Λίβωνι πίστιν, πρεσβεύειν ἐθέλοντι πρὸς αὐτὸν ὑπὲρ εἰρήνης. καὶ μὲν ἄκων ἔπεμπεν, δὲ δῆμος καὶ Μουκίαν, τὴν μητέρα τοῦ Πομπηίου, καταπρήσειν ἀπειλοῦντες, ἐξέπεμπον ἐργασομένην διαλύσεις. Λίβων μὲν δὴ συνεὶς τῶν ἐχθρῶν ἐνδιδόντων ἠξίου τοὺς ἡγεμόνας αὐτοὺς συνελθεῖν ὡς ἀλλήλοις ἐνδώσοντας, τι ἂν δοκῇ: βιασαμένου δὲ καὶ ἐς τοῦτο τοῦ δήμου, ἐξῄεσαν ἐς Βαΐας Καῖσαρ καὶ Ἀντώνιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), AENA´RIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: