previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


280

σύγγονε, τί κλαίεις κρᾶτα θεῖσ᾽ ἔσω πέπλων;
αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν:
σὺ μὲν γὰρ ἐπένευσας τάδ᾽, εἴργασται δ᾽ ἐμοὶ
285μητρῷον αἷμα: Λοξίᾳ δὲ μέμφομαι,
ὅστις μ᾽ ἐπάρας ἔργον ἀνοσιώτατον,
τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ᾽ ἔργοισιν οὔ.
οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ᾽ ὄμματα
ἐξιστόρουν νιν, μητέρ᾽ εἰ κτεῖναι χρεών,
290πολλὰς γενείου τοῦδ᾽ ἂν ἐκτεῖναι λιτὰς
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
εἰ μήτ᾽ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
ἐγώ θ᾽ τλήμων τοιάδ᾽ ἐκπλήσειν κακά.
καὶ νῦν ἀνακάλυπτ᾽, κασιγνήτη, κάρα,
295ἐκ δακρύων τ᾽ ἄπελθε, κεἰ μάλ᾽ ἀθλίως
ἔχομεν. ὅταν δὲ τἄμ᾽ ἀθυμήσαντ᾽ ἴδῃς,
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
ἴσχναινε παραμυθοῦ θ᾽: ὅταν δὲ σὺ στένῃς,
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα:
300ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
ἀλλ᾽, τάλαινα, βᾶσα δωμάτων ἔσω
ὕπνῳ τ᾽ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
σίτων τ᾽ ὄρεξαι λουτρά τ᾽ ἐπιβαλοῦ χροΐ.
εἰ γὰρ προλείψεις προσεδρείᾳ νόσον
305κτήσῃ τιν᾽, οἰχόμεσθα: σὲ γὰρ ἔχω μόνην
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.

Ἠλέκτρα

οὐκ ἔστι: σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
καὶ ζῆν: ἔχει γὰρ ταὐτόν: ἢν σὺ κατθάνῃς,
γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
310ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
δρᾶν χρὴ τάδ᾽. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ᾽ ἐκ δεμνίων
ἄγαν ἀποδέχου, μένε δ᾽ ἐπὶ στρωτοῦ λέχους.
κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
315κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: