Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
καὶ ἀπέθανε μὲν ὁ1 ἀνὴρ οὑτωσὶ2 ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς ὁ τούτων λόγος ἐστίν: ὑπὸ δὲ ἑνὸς ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτ᾽ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; καὶ μὴν πολλῷ <ἐπὶ>3 πλέον γε ἀκούειν4 ἔστι νύκτωρ ἢ μεθ᾽ ἡμέραν, ἐπ᾽ ἀκτῆς ἢ κατὰ πόλιν: καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου.