previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[199]

Ταῦτ᾽ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, μὲν Ἅβραμος ἡσύχασεν: [200] οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει: λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπεστάτους τῇ ὄψει διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὥρας ἐτράπησαν. [201] τοῦ δὲ Λώτου παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπ᾽ αἰσχύνῃ τῶν ξένων, ἀλλ᾽ ἔχειν αἰδῶ τῆς παρ᾽ αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδ᾽ οὕτως ἐπείσθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: