previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[159]

Ναβουζαρδάνης δὲ ταῦτα διαπραξάμενος ὥρμησεν εἰς Βαβυλῶνα. οἱ δὲ πολιορκουμένων Ἱεροσολύμων φυγόντες διασκεδασθέντες κατὰ τὴν χώραν, ἐπειδὴ τοὺς Βαβυλωνίους ἤκουσαν ἀνακεχωρηκότας καὶ λείψανά τινα καταλελοιπότας ἐν τῇ τῶν Ἱεροσολυμιτῶν γῇ καὶ τοὺς ταύτην ἐργασομένους, συλλεχθέντες πανταχόθεν ἧκον πρὸς τὸν Γαδαλίαν εἰς Μασαφθά. [160] ἡγεμόνες δ᾽ ἦσαν ἐν αὐτοῖς Ἰωάδης υἱὸς Καρίου καὶ Σερέας καὶ Ἰωαζανίας καὶ ἕτεροι πρὸς τούτοις, ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἦν τις Ἰσμάηλος πονηρὸς ἀνὴρ καὶ δολιώτατος, ὃς πολιορκουμένων τῶν Ἱεροσολύμων ἔφυγε πρὸς τὸν Ἀμμανιτῶν βασιλέα Βααλεὶμ καὶ συνδιήγαγεν αὐτῷ τὸν χρόνον ἐκεῖνον. [161] τούτους τοίνυν γενομένους αὐτοῦ Γαδαλίας ἔπεισε μένειν αὐτίκα μηδὲν δεδιότας τοὺς Βαβυλωνίους: γεωργοῦντας γὰρ τὴν χώραν οὐδὲν πείσεσθαι δεινόν. ταῦτα ὀμνὺς αὐτοῖς διεβεβαιοῦτο καὶ προστάτην αὐτὸν ἔχειν λέγων, ὥστε εἴ τις ἐνοχλοίη τεύξεσθαι τῆς προθυμίας: [162] καὶ συνεβούλευε κατοικεῖν εἰς ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν: προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε διὰ τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: