previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[188]

Ἡρώδης δὲ διὰ τὴν ἐπιχείρησιν, ἣν ἐποιήσατο τῷ τάφῳ, χεῖρον ἐδόκει πράττειν ἐν τοῖς κατὰ τὴν οἰκίαν, εἴτε δὴ τοῦ μηνίματος ἐπιδόντος εἰς μάλιστα καὶ πρότερον ἐνόσει πλείω γενέσθαι πρὸς ἀνηκέστους ἐξελθεῖν συμφοράς, εἴτε καὶ τῆς τύχης ἐν ἐκείνῳ τὴν ἐπίθεσιν ποιουμένης ἐν οἷς τὸ κατὰ τὴν αἰτίαν εὔκαιρον οὐ μικρὰν πίστιν παρεῖχεν τοῦ διὰ τὴν ἀσέβειαν αὐτῷ τὰς συμφορὰς ἀπηντηκέναι. [189] στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς. [190] ἐστρατήγει δ᾽ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵν᾽ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει. καὶ τούτῳ τῷ τρόπῳ ποικίλως ἐκπεριεληλύθει τὸν πατέρα μόνος ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἅπαντα πράττειν αὐτὸς πεπιστευκώς. [191] δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν. [192] οἱ δ᾽ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπ᾽ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. [193] αἵ γε μὴν γυναῖκες, μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι: συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: