previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[250]

Πρότερον δὲ κύρωσίν τινα τούτων γενέσθαι Μαλθάκη τε Ἀρχελάου μήτηρ νόσῳ τελευτᾷ καὶ παρὰ Οὐάρου τοῦ Συρίας στρατηγοῦ παρῆν γράμματα τὴν Ἰουδαίων ἀπόστασιν διασαφοῦντα: [251] τοῦ γὰρ Ἀρχελάου μετὰ τὸν ἔκπλουν ἐθορυβήθη τὸ πᾶν ἔθνος. καὶ Οὔαρος αὐτὸς ἐπεὶ παρὼν ὡς τοὺς αἰτίους τῆς κινήσεως τιμωρίᾳ περιβαλὼν καὶ τοῦ πολλοῦ τῆς στάσεως ἐπίσχεσιν ποιησάμενος πολλῆς γενομένης ἐπ᾽ Ἀντιοχείας τὴν ἀναζυγὴν ἐποιεῖτο, τάγμα ἓν τῆς στρατιᾶς ἐν Ἱεροσολύμοις λειπόμενος τὴν Ἰουδαίων νεωτεροποιίαν ἐπιστομιοῦντας. [252] οὐ μὴν ἐπεραίνετό γε οὐδὲν ἐπὶ παύλῃ τοῦ μὴ οὐ στασιάσοντος αὐτῶν. ὅτε γὰρ Οὔαρος ἀπῄει καὶ Σαβῖνος ἐπίτροπος τοῦ Καίσαρος ὑπομείνας αὐτόθι μεγάλως τοὺς στασιώτας κατεπόνει, στρατιᾷ τε τῇ καταλελειμμένῃ πιστεύων, ὡς καὶ περιέσοιτο αὐτῶν, καὶ τῷ πλήθει: [253] πολλοὺς δὲ ὄντας ὁπλίσας δορυφόροις ἐχρῆτο αὐτοῖς ἐπείγων τοὺς Ἰουδαίους καὶ ἐκταράσσων ἐπὶ ἀποστάσει: τάς τε γὰρ ἄκρας ἐβιάζετο παραλαμβάνειν καὶ τῶν βασιλικῶν χρημάτων ἐπ᾽ ἐρεύνῃ προθύμως ὥρμητο βίᾳ διὰ κέρδη καὶ πλεονεξιῶν ἐπιθυμίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: