previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[89]

Ἐτύγχανεν δ᾽ ἐν Ἱεροσολύμοις κατὰ τοῦτον τὸν καιρὸν Οὔαρος Κοϊντίλιος, διάδοχος μὲν Σατορνίνῳ τῆς ἐν Συρίᾳ ἀρχῆς ἀπεσταλμένος, ἥκων δὲ αὐτός τε σύμβουλος Ἡρώδῃ περὶ τῶν ἐνεστηκότων αὐτῷ δεηθέντι. [90] καὶ αὐτῶν συνεδρευόντων παρῆν Ἀντίπατρος οὐδενὸς αὐτῷ ἐκπύστου γεγονότος. εἴσεισιν δὲ εἰς τὸ βασίλειον ἔτι πορφυρίδας ἀμπεχόμενος, καὶ αὐτὸν μὲν δέχονται οἱ ἐπὶ θύραις, ἀνείργουσι δὲ τοὺς φίλους. [91] ἐθορυβεῖτο δὲ ἤδη σαφῶς οἷ ἐληλύθει κατανοῶν, ἐπειδὴ καὶ πατὴρ προσιόντα αὐτὸν ὡς ἀσπάσαιτο ἀπεώσατο, ἀδελφοκτονίαν τε ἐπικαλῶν καὶ βούλευσιν ὀλέθρου τοῦ ἐπ᾽ αὐτῷ, πάντων τε ἀκροατὴν καὶ δικαστὴν ἔσεσθαι Οὔαρον τῇ αὔριον. [92] καὶ μὲν τοιούτου κακοῦ ἅμα τε ἀκροαθέντος καὶ παρόντος τῷ μεγέθει περιφερόμενος ᾤχετο, ὑπαντιάζουσιν δ᾽ αὐτὸν τε μήτηρ καὶ γυνή, αὕτη δὲ ἦν ήδη Ἀντιγόνῳ παῖς τῷ πρὸ Ἡρώδου Ἰουδαίων βεβασιλευκότι, παρ᾽ ὧν τὰ πάντα ἐκμαθὼν ἐν παρασκευαῖς τοῦ ἀγῶνος ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: