previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[240]

Καὶ Ἀντίπατρος μὲν τοιάδε εἰπὼν καὶ μαρτύρων παραστάσεσιν τὰ εἰρημένα κρατυνάμενος πολλοῖς τῶν συγγενῶν παύεται τοῦ λέγειν. ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου καὶ ἔλεγεν τὰ μὲν ἐν τῷ ἱερῷ γνώμῃ τῶν πεπονθότων ἀναθεὶς μᾶλλον ἐξουσίᾳ τῇ Ἀρχελάου: τοὺς γὰρ ἐπὶ τοιοῖσδε ἄρχοντας οὐ μόνον τῷ καθ᾽ αὑτοὺς ὑβρίζοντι εἶναι πονηρούς, ἀλλὰ καὶ τῷ ἀναγκάζοντι εἰς τὴν ἄμυναν τῶν εὐγνωμονεῖν προαιρουμένων. [241] ὡς δὲ πολέμια ἔδρων λόγῳ μὲν κατ᾽ Ἀρχελάου τὸ δὲ ἀληθὲς εἰς Καίσαρα φανερὸν εἶναι: τοὺς γὰρ ὑβριοῦντας κωλυτὰς παραγενομένους ὑπ᾽ Ἀρχελάου πεπομφότος κτεῖναι ἐπιθεμένους οὔτε τοῦ θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους, [242] ὧν Ἀντίπατρον οὐκ αἰσχύνεσθαι ἐκδικητὴν καθιστάμενον ἐπὶ θεραπείᾳ ἔχθρας τῆς αὐτοῦ πρὸς Ἀρχέλαον φύσει τοῦ ἀρετῇ δικαίου. οἱ παρελθόντες καὶ μὴ πρὸς διανοουμένους ἄρχοντες ἀδίκων ἔργων, οἵδε εἰσὶν οἱ βιαζόμενοι καὶ μὴ θέλοντας τοὺς ἀμυνομένους ἐφ᾽ ὅπλα χωρεῖν. [243] ἀνετίθει δὲ καὶ τὰ λοιπὰ πᾶσι τοῖς ἐν βουλῇ τῶν κατηγόρων: οὐδὲν γὰρ τι μὴ οὐ μετὰ γνώμης τῆς αὐτῶν γεγενημένον αἰτίᾳ τοῦ ἀδικεῖν ὑπάγεσθαι, οὐ τῇ φύσει τῇ οὕτως αὐτὰ γεγονότα πονηρὰ εἶναι, ἀλλὰ τῷ βλάψειν ἂν δοκεῖν Ἀρχέλαον. τοσήνδε αὐτοῖς εἶναι βουλὴν τοῦ ὑβριοῦντος εἰς ἄνδρα συγγενῆ, καὶ πατρὸς μὲν εὐεργέτου, συνήθη δὲ αὐτοῖς καὶ διὰ παντὸς οἰκείως πεπολιτευμένον. [244] τάς γε μὴν διαθήκας ὑπό τε σωφρονοῦντος γεγράφθαι τοῦ βασιλέως καὶ κυριωτέρας τῶν γεγραμμένων πρότερον διὰ τὸ Καίσαρι δεσπότῃ τῶν ὅλων καταλελεῖφθαι τὴν κρίσιν τῶν ἐν αὐταῖς γεγραμμένων. [245] μιμήσεσθαί τε οὐδαμῶς Καίσαρα τὴν ὕβριν αὐτῶν, οἳ τῆς Ἡρώδου παντοίως ἀπολαύσαντες παρ᾽ ὃν ἔζη καιρὸν δυνάμεως τὰ πάντα ἐπὶ ὕβρει γνώμης ἐπείγοιντο αὐτοῦ, οὐδ᾽ αὐτῶν περὶ τὸν συγγενῆ τοιούτων γεγονότων. [246] οὔκουν Καίσαρά γε ἀνδρὸς ἐπ᾽ αὐτῷ πεποιημένου τὰ πάντα καὶ φίλου καὶ συμμάχου καταλύσειν τὰς διαθήκας ἐπὶ πίστει τῇ αὐτοῦ γεγραμμένας, οὐδὲ μιμήσεσθαι κακίαν τὴν ἐκείνων τὴν Καίσαρος ἀρετὴν καὶ πίστιν πρὸς ἅπασαν τὴν οἰκουμένην ἀνενδοίαστον γενομένην, [247] καὶ μανίαν καὶ λογισμῶν ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος: οὔτ᾽ ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: