previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[90]

Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία. [91] τότε δὲ ἐν τῇ Ἀντωνίᾳ, φρούριον δ᾽ ἐστὶν οὕτως λεγόμενον, ἀπόθεσις αὐτῆς ἦν διὰ τοιαύτην αἰτίαν: τῶν ἱερέων τις Ὑρκανός, πολλῶν δὲ ὄντων οἳ τόδε ἐκαλοῦντο τὸ ὄνομα πρῶτος, ἐπεὶ πλησίον τῷ ἱερῷ βᾶριν κατασκευασάμενος ταύτῃ τὰ πολλὰ τὴν δίαιταν εἶχεν καὶ τὴν στολήν, φύλαξ γὰρ ἦν αὐτῆς διὰ τὸ καὶ μόνῳ συγκεχωρῆσθαι τοῦ ἐνδύεσθαι τὴν ἐξουσίαν, ταύτην εἶχεν ἀποκειμένην, ὁπότε εἰς τὴν πόλιν κατιὼν ἀναλαμβάνοι τὴν ἰδιωτικήν. [92] καὶ οἵ τε υἱεῖς αὐτοῦ ταῦτα πράσσειν ἐπετήδευσαν καὶ τέκνα ἐκείνων. Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὀνόματι Ἀντωνίου φίλος ὤν, καὶ τὴν στολὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ᾽ αὐτῷ τὸν λαὸν διὰ τάδε. [93] ἔπρασσε δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος υἱὸς ὤν, οὗ Ῥωμαῖοι παραδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθοις οἰκοδομηθέντι ὑπὸ σφραγῖδι τῶν τε ἱερέων καὶ τῶν γαζοφυλάκων τοῦ φρουράρχου τὸ ἐφ᾽ ἡμέραν ἑκάστην λύχνον ἅπτοντος. [94] ἑπτὰ δ᾽ ἡμέραις πρὸ τῆς ἑορτῆς ἀπεδίδοτο αὐτοῖς ὑπὸ τοῦ φρουράρχου, καὶ ἁγνισθείσῃ χρησάμενος ἀρχιερεὺς μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν ἀπετίθετο αὖθις εἰς τὸν οἶκον, ᾗπερ ἔκειτο καὶ πρότερον. τοῦτο ἐπράττετο τρισὶν ἑορταῖς ἑκάστου ἔτους καὶ τὴν νηστείαν. [95] Οὐιτέλλιος δὲ ἐπὶ τῷ ἡμετέρῳ πατρίῳ ποιεῖται τὴν στολήν, τε κείσοιτο μὴ πολυπραγμονεῖν ἐπισκήψας τῷ φρουράρχῳ καὶ ὁπότε δέοι χρῆσθαι. καὶ ταῦτα πράξας ἐπὶ εὐεργεσίᾳ τοῦ ἔθνους καὶ τὸν ἀρχιερέα Ἰώσηπον τὸν Καϊάφαν ἐπικαλούμενον ἀπαλλάξας τῆς ἱερωσύνης Ἰωνάθην καθίστησιν Ἀνάνου τοῦ ἀρχιερέως υἱόν. ἐπ᾽ Ἀντιοχείας δ᾽ αὖθις ἐποιεῖτο τὴν ὁδόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: