previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[69]

Μετ᾽ οὐ πολὺν δὲ χρόνον Ἀρταβάνης τελευτᾷ τὴν βασιλείαν τῷ παιδὶ Οὐαρδάνῃ καταλιπών. οὗτος δὴ πρὸς τὸν Ἰζάτην ἀφικόμενος ἔπειθεν αὐτὸν μέλλων πρὸς Ῥωμαίους πόλεμον ἐκφέρειν συστρατεύεσθαι καὶ συμμαχίαν ἑτοιμάζειν. [70] οὐ μὴν ἔπειθεν: γὰρ Ἰζάτης τὴν Ῥωμαίων δύναμίν τε καὶ τύχην ἐπιστάμενος ἀδυνάτοις αὐτὸν ἐνόμιζεν ἐπιχειρεῖν. [71] ἔτι τε πεπομφὼς πέντε μὲν τὸν ἀριθμὸν υἱοὺς τὴν ἡλικίαν νέους γλῶτταν τὴν παρ᾽ ἡμῖν πάτριον καὶ παιδείαν ἀκριβῶς μαθησομένους, τὴν δὲ μητέρα προσκυνήσουσαν τὸ ἱερόν, ὡς προεῖπον, ὀκνηρότερος ἦν καὶ τὸν Οὐαρδάνην ἐκώλυεν συνεχῶς διηγούμενος τὰς Ῥωμαίων δυνάμεις τε καὶ πράξεις, διὰ τούτων οἰόμενος αὐτὸν φοβήσειν καὶ παύσειν ἐπιθυμοῦντα τῆς ἐπ᾽ αὐτοὺς στρατείας. [72] παροξυνθεὶς δ᾽ ἐπὶ τούτοις Πάρθος πόλεμον εὐθὺς πρὸς Ἰζάτην κατήγγειλεν. οὐ μὴν ἔλαβεν οὐδὲ τῆς ἐπὶ τούτῳ στρατείας ὄνησιν τοῦ θεοῦ τὰς ἐλπίδας αὐτοῦ πάσας ὑποτεμόντος: [73] μαθόντες γὰρ οἱ Πάρθοι τὴν διάνοιαν τοῦ Οὐαρδάνου καὶ ὡς ἐπὶ Ῥωμαίους στρατεύειν ἔκρινεν, αὐτὸν μὲν ἀναιροῦσιν, τὴν ἀρχὴν δὲ τῷ ἀδελφῷ Κοτάρδῃ παρέδοσαν. [74] καὶ τοῦτον δὲ μετ᾽ οὐ πολὺν χρόνον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ἀδελφός, ὃς δὴ καὶ τοῖς ὁμοπατρίοις δυσὶν ἀδελφοῖς δυναστείας ἐπίστευσεν, Πακόρῳ μὲν τῷ καὶ πρεσβυτέρῳ τὴν Μήδων, Τιριδάτῃ δὲ τῷ νεωτέρῳ τὴν Ἀρμενίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: