previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39]

Δαυίδης δ᾽ ἀκούσας ἀνῃρημένον τὸν Ἀβεννῆρον ἤλγησε μὲν τὴν ψυχήν, ἐμαρτύρατο δὲ πάντας ἀνατείνων εἰς τὸν θεὸν τὴν δεξιὰν καὶ βοῶν, ὡς οὔτε κοινωνὸς εἴη τῆς Ἀβεννήρου σφαγῆς, οὔτε κατ᾽ ἐντολὴν καὶ βούλησιν ἰδίαν ἀποθάνοι. ἀρὰς δὲ κατὰ τοῦ πεφονευκότος αὐτὸν δεινὰς ἐτίθετο καὶ τὸν οἶκον ὅλον αὐτοῦ καὶ τοὺς συμπράξαντας ὑπευθύνους ἐποιεῖτο ταῖς ὑπὲρ τοῦ τετελευτηκότος ποιναῖς: [40] ἔμελε γὰρ αὐτῷ μὴ δόξαι παρὰ τὰς πίστεις καὶ τοὺς ὅρκους οὓς ἔδωκεν Ἀβεννήρῳ τοῦτο εἰργάσθαι. προσέταξε μέντοι γε παντὶ τῷ λαῷ κλαίειν καὶ πενθεῖν τὸν ἄνδρα καὶ τοῖς νομιζομένοις τιμᾶν αὐτοῦ τὸ σῶμα περιρρηξαμένῳ μὲν τὰς ἐσθῆτας ἐνδύντι δὲ σάκκους, ταῦτα δὲ ποιεῖν προάγοντας τὴν κλίνην. [41] αὐτὸς δ᾽ ἐφείπετο μετὰ τῶν γεγηρακότων καὶ τῶν ἐν ἡγεμονίαις ὄντων κοπτόμενός τε καὶ τοῖς δακρύοις ἐνδεικνύμενος τό τε εὔνουν τὸ πρὸς τὸν ζῶντα καὶ τὴν ἐπὶ τεθνηκότι λύπην, καὶ ὅτι μὴ κατὰ τὴν αὐτοῦ γνώμην ἀνῄρηται. [42] θάψας δ᾽ αὐτὸν ἐν Γιβρῶνι μεγαλοπρεπῶς καὶ ἐπιταφίους τε συγγραψάμενος θρήνους αὐτὸς ἐπὶ τοῦ τάφου στὰς πρῶτος ἀνεκλαύσατο καὶ παρέδωκε τοῖς ἄλλοις. οὕτως δ᾽ αὐτὸν Ἀβεννήρου συνέσχε θάνατος, ὡς μηδὲ τροφὴν ἀναγκαζόντων αὐτὸν τῶν ἑταίρων λαβεῖν, ἀλλ᾽ ὤμοσε γεύσεσθαι μηδενὸς ἄχρι ἡλίου δυσμῶν. [43] ταῦτ᾽ εὔνοιαν αὐτῷ παρὰ τοῦ πλήθους ἐγέννησεν: οἵ τε γὰρ πρὸς τὸν Ἀβεννῆρον φιλοστόργως διακείμενοι σφόδρ᾽ αὐτοῦ τὴν πρὸς αὐτὸν τιμὴν ἀποθανόντα καὶ φυλακὴν τῆς πίστεως ἠγάπησαν, ὅτι πάντων αὐτὸν ἀξιώσειεν τῶν νομιζομένων ὡς συγγενῆ καὶ φίλον, ἀλλ᾽ οὐχ ὡς ἐχθρὸν γενόμενον ὑβρίσειεν ἀκόσμῳ ταφῇ καὶ ἠμελημένῃ: τό τε ἄλλο πᾶν ὡς ἐπὶ χρηστῷ καὶ ἡμέρῳ τὴν φύσιν ἔχαιρε, τὴν αὐτὴν ἑκάστου λογιζομένου πρόνοιαν εἰς αὑτὸν τοῦ βασιλέως ἐν τοῖς ὁμοίοις τυγχάνοντα τὸν Ἀβεννήρου νεκρὸν ἑώρα. [44] πρὸς τούτοις οὖν μάλιστα Δαυίδην γλίχεσθαι δόξης ἀγαθῆς ποιούμενον πρόνοιαν ὡς εἰκὸς ἣν οὐθεὶς ὑπενόησεν ὑπ᾽ αὐτοῦ φονευθῆναι τὸν Ἀβεννῆρον: ἔλεξε δὲ καὶ πρὸς τὸ πλῆθος, ὡς αὐτῷ μὲν οὐχ τυχοῦσα λύπη γένοιτ᾽ ἀνδρὸς ἀγαθοῦ τετελευτηκότος, οὐ μικρὰ δὲ τοῖς Ἑβραίων πράγμασι βλάβη στερηθέντων αὐτοῦ καὶ συνέχειν αὐτὰ καὶ σώζειν βουλαῖς τε ἀρίσταις καὶ ῥώμῃ χειρῶν ἐν τοῖς πολεμικοῖς ἔργοις δυναμένου. [45]ἀλλὰ θεὸς μέν, εἶπεν, μέλει πάντων, οὐκ ἐάσει τοῦτον ἡμῖν ἀνεκδίκητον: ἐγὼ δ᾽ ἐπίστασθε, ὡς οὐδὲν Ἰώαβον καὶ Ἀβεσσαῖον τοὺς Σαρουίας παῖδας ποιεῖν ἱκανός εἰμι πλέον ἐμοῦ δυναμένους, ἀλλ᾽ ἀποδώσει τὴν ὑπὲρ τῶν τετολμημένων αὐτοῖς ἀμοιβὴν τὸ θεῖον.’ καὶ Ἀβεννῆρος μὲν εἰς τοιοῦτο κατέστρεψε τέλος τὸν βίον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: