previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[104]

Δαυίδης δὲ στρατευσάμενος ἐπὶ Δαμασκὸν καὶ τὴν ἄλλην Συρίαν πᾶσαν αὐτὴν ὑπήκοον ἐποιήσατο, καὶ φρουρὰς ἐν τῇ χώρᾳ καταστήσας καὶ φόρους αὐτοῖς τελεῖν ὁρίσας ὑπέστρεψε: καὶ τάς τε χρυσᾶς φαρέτρας καὶ τὰς πανοπλίας, ἃς οἱ τοῦ Ἀδάδου σωματοφύλακες ἐφόρουν, [105] ἀνέθηκε τῷ θεῷ εἰς Ἱεροσόλυμα, ἃς ὕστερον τῶν Αἰγυπτίων βασιλεὺς Σούσακος στρατεύσας ἐπὶ τὸν υἱωνὸν αὐτοῦ Ῥοβόαμον ἔλαβε καὶ πολὺν ἄλλον ἐκ τῶν Ἱεροσολύμων ἐξεφόρησε πλοῦτον: ταῦτα μὲν ὅταν ἔλθωμεν ἐπὶ τὸν οἰκεῖον αὐτῶν τόπον δηλώσομεν. δὲ τῶν Ἑβραίων βασιλεὺς τοῦ θεοῦ συμπνέοντος αὐτῷ καὶ τοὺς πολέμους συγκατορθοῦντος καὶ ταῖς καλλίσταις τῶν Ἀνδραζάρου πόλεων ἐπεστράτευσε Βατταίᾳ καὶ Μάχωνι, καὶ λαβὼν αὐτὰς κατὰ κράτος διήρπασε. [106] χρυσὸς δ᾽ ἐν αὐταῖς εὑρέθη πάμπολυς καὶ ἄργυρος ἔτι δὲ καὶ χαλκός, ὃν τοῦ χρυσοῦ κρείττον᾽ ἔλεγον, ἐξ οὗ καὶ Σολόμων τὸ μέγα σκεῦος θάλασσαν δὲ καλούμενον ἐποίησε καὶ τοὺς καλλίστους ἐκείνους λουτῆρας, ὅτε τῷ θεῷ τὸν ναὸν κατεσκεύασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: