Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[486ξ]
οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς ἐγᾦμαι.τὸ ποῖον;εὐμαθὴς ἢ δυσμαθής. ἢ προσδοκᾷς ποτέ τινά τι ἱκανῶς ἂν στέρξαι, ὃ πράττων ἂν ἀλγῶν τε πράττοι καὶ μόγις σμικρὸν ἀνύτων;οὐκ ἂν γένοιτο.τί δ᾽ εἰ μηδὲν ὧν μάθοι σῴζειν δύναιτο, λήθης ὢν πλέως; ἆρ᾽ ἂν οἷός τ᾽ εἴη ἐπιστήμης μὴ κενὸς εἶναι;καὶ πῶς;ἀνόνητα δὴ πονῶν οὐκ οἴει ἀναγκασθήσεται τελευτῶν αὑτόν τε μισεῖν καὶ τὴν τοιαύτην πρᾶξιν;πῶς δ᾽ οὔ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.