previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
ῥάβδον ἔχουσ᾽ ἐν χειρί, θύρας δ᾽ ἀνέῳξε συφειοῦ,
390ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι, δὲ δι᾽ αὐτῶν
ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη:
395ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι πάρος ἦσαν,
καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος.
πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
σμερδαλέον κονάβιζε: θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή.
400

δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων:
διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα:
405αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.

ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
οἴκτρ᾽ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
410ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι: οὐδ᾽ ἔτι σηκοὶ
ἴσχουσ᾽, ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι:
μητέρας: ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
415δακρυόεντες ἔχυντο: δόκησε δ᾽ ἄρα σφίσι θυμὸς
ὣς ἔμεν, ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν
τρηχείης Ἰθάκης, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο.
καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων:

σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
420ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν:
ἀλλ᾽ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.

ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι:
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα:
425αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
πίνοντας καὶ ἔδοντας: ἐπηετανὸν γὰρ ἔχουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1919)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Charles Simmons, The Metamorphoses of Ovid, Books XIII and XIV, 14.300
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: