next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀπολογία ὑπὲρ Λυκόφρονος

12 ... καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων3 καὶ τῶν ἀπολογουμένων καὶ 4 5 τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι. καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, ‘τί τοῦθ᾽ ἡμῖν λέγεις;’ μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρ᾽ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ 6 7 οὐδὲ νόμος συγκατηγορεῖν8 μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων9 ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω,10 ἐπ᾽ αὐτὴν τὴν ἀπολογίαν11 πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον 12 13 νεωρίων προδοσίαν ἀρχείων ἐμπυρισμὸν κατάληψιν ἄκρας ... 1415 Εὔφημος16 ... πρῶτον17 ... ἐπειδὴ ἐτελεύτησεν ἐκεῖνος ... ρος Φλυεύς,18 ... ἐξ αὐτοῦ 19 20 ὅτι γυνὴ ... τον καὶ το ... ατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον. εἰ δ᾽ ὥσπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει,21 οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι,22 οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω23 γένους ἐξάγειν24 τὸν Εὔφημον, ἀλλ᾽ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν αἰτία κατ᾽ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον γιγνόμενον καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς 25 26 τὸν Εὔφημον ... ἐκώλυε ... παρέχοντα27 ... μαρτυρίας28 Pollux ii. 152οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι. Pollux ix. 137νωθρεύεσθαι 2930 Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις: καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαστηρίου, ὅτ᾽ ἦν τούτῳ ἀγὼν πρὸς Ἀρχεστρατίδην.31 [2] τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα: οὗτος32 προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δ᾽ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δ᾽ ἂν ἐθέλωσιν ἀποτίνειν,33 ἀφίησιν, τὸ δ᾽ ἀργύριον Θεομνήστῳ34 δίδωσιν: ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ 35 ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ἀθάνατος συκοφάντης. [3] ἄξιον δ᾽ ἐστίν, ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφ᾽ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱ36 οἰκεῖοι ἀπέστειλαν37 γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι,38 ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει39 Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν. [4] ἐγὼ δὲ καὶ πρὸς τοὺς 40 ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους41 τοὺς ἐμαυτοῦ εὐθὺς42 ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω,43 ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα.44 ὅτι δὲ ψευδῆ45 ἐστιν, ῥᾴδιον οἶμαι46 εἶναι ἅπασιν ἰδεῖν.47 τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος, [5] ὅστις ἂν πιστεύσαι τούτοις τοῖς48 λόγοις; ἀνάγκη γάρ,49 ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ἦγεν τὴν γυναῖκα, 50 ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον: καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν. [6] εἶτ᾽ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ51 αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτ᾽ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτ᾽52 ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος;53 τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς 54 αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ55 οὐκ ἂν ἀπέκτεινε56 τὸν λέγοντα; [7] τὸ δὲ κεφάλαιον57 ἁπάντων,58 ὡς59 καὶ μικρῷ πρότερον60 εἶπον, εἰς τοῦτο ἀναισθησίας Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ61 ὅπως ἐμμείνειεν62 τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν63 γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν Ὀρέστης64 ἐκεῖνος μαινόμενος ποιῆσαι Μαργίτης πάντων ἀβελτερώτατος; [8] ἀλλ᾽ οἶμαι, ἄνδρες δικασταί, πολλὰ 65 πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων: οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται. [9] ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον66 λόγον λάβωσιν, οὐ μόνον ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας: ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, περὶ τῶν ἔξωθεν διαβολῶν 67 ἀπολογουμένοις68 τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι,69 μὴ μεμνημένοις70 τῶν71 προκατηγορηθέντων, οἴησιν72 καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα. [10] πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι73 προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν:74 οἷον καὶ Ἀρίστων75 οὑτοσὶ ἐνεχείρησε76 ποιῆσαι77 ἐν τῇ κατηγορίᾳ,78 ὃς οὐδ᾽79 ἀπολαύειν80 δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ81 συναπολογησομένων.82 διὰ τί δ᾽ οὗτοι μὴ ἀπολογῶνται;83 πότερ᾽ οὐ δίκαιόν 84 ἐστι85 τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν; [11] σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις: καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ86 κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, 87 προειδότα δὲ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν; [12] καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δ᾽ ὑπερπηδήσας ἅπαντας88 τοὺς νόμους89 εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεσμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰσίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι90 τραγῳδίας91 γράψαι εἰς τὴν92 εἰσαγγελίαν οἵασπερ93 νῦν γέγραφας, ὅς μ᾽94 αἰτιᾷ ὅτι πολλὰς μὲν95 γυναῖκας ποιῶ96 ἀγάμους ἔνδον καταγηράσκειν,97 πολλὰς δὲ συνοικεῖν οἷς98 99 οὐ προσήκει παρὰ τοὺς νόμους. [13] οὐκοῦν100 ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου101 προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἀνέκδοτον ἔνδον καταγηράσκειν, εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ δι᾽ ἐπιείκειαν; [14] τούτῳ μὲν οὖν ἔξεστιν, 102 ἄνδρες δικασταί, καὶ λέγειν τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δ᾽ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου 103 διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλ᾽ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλ᾽ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν. [15] ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ104 τοῦ ἀνθρώπου ἐνδέχεται105 ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπ᾽ αὐτοῦ τοῦ ἐγκλήματος106 οὗ ἂν ἔχῃ τις: μοιχεύειν δ᾽ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον107 ἀλλ᾽ πάλαι τοιοῦτός108 ἐστιν, δειξάτωσαν οὗτοι, 109 ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι. [16] ἐγὼ τοίνυν, ἄνδρες δικασταί, μεθ᾽ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτ᾽ ἔλαβον, οὔτ᾽ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδ᾽ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δ᾽ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων. [17] ὑμεῖς γάρ με, ἄνδρες δικασταί, 110 πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον: καὶ ἦρξα μὲν αὐτόθι δύ᾽ ἔτη τῶν πώποθ᾽ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους. [18] καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιστίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ: χρὴ111 τεκμήρια ὑμῖν εἶναι112 εἰς τοῦτον τὸν 113 ἀγῶνα, ὡς ψευδεῖς κατ᾽ ἐμοῦ αἱ114 αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδ᾽ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν. [19] ὅσα μὲν οὖν ἐγὼ εἶχον, ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε. ἐπειδὴ δὲ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας 115 ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων τῶν φίλων βοηθῆσαι, [20] πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλ᾽ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε, ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε τι ἔχεις: κελεύουσιν οἱ δικασταί.

1 Hoc fragmentum restituit Kenyon.

2 Column 41

3 κατηγόρωνFuhr:κατηγορούντωνKenyon.

4 Desunt col. 41 versus fere viginti unus et col. 42 fere tota.

5 Column 43

6 Desunt col. 43 versus fere quindecim et col. 44 versus fere decem.

7 Column 44

8 συγκατηγορεῖνSauppe.

9 κρινομένωνBoeckh, Sauppe.

10 ἀναλώσωBabington.

11 ἀπολογίανBoeckh, Sauppe.

12 Deest col. 45 fere tota.

13 Hoc fragmentum a Polluce (9. 156) servatum huc inseruit Blass.

14 Column 46

15 Desunt col. 46 versus fere quindecim.

16 ΕὔφημοςBlass.

17 πρῶτονFuhr.

18 ἐπειδὴusque adΦλυεύςrestituit Sauppe:ἐκεῖνος Χαρίσανδρος ΦλυεύςColin.

19 Desunt col. 46 versus septem

20 Column 47

21 ὥσπερetγράφειKenyon.

22 τούτων εἶναιJensen.

23 ἐγγυτάτωBoeckh.

24 κυοῦσανusque adἐξάγεινplerumque restituit Blass.

25 Desunt col. 48 versus fere viginti.

26 Column 48

27 ΕὔφημονetπαρέχονταBlass.

28 μαρτυρίαςBoeckh.

29 Source is Pap. Ardenianus.

30 Column 2

31 ἈρχεστρατίδηνBabington.

32 οὗτοςShilleto:αὐτὸςSchneidewin.

33 ὁπόσοιetἀποτίνεινBabington.

34 Ἀρίστωνοςusque adΘεομνήστῳplerumque restituit Schneidewin.

35 Column 3

36 οἱadd. Schneidewin.

37 ἀπέστειλαν ἐπέστειλανBlass.

38 οἰκείων ἀκηκοέναιBabington.

39 πλησιάσειSchneidewin:πλησιάσῃA.

40 Column 4

41 οἰκείουςBabington.

42 εὐθὺςBlass:τότεBabington.

43 λέγωSchneidewin:ἐρῶBabington.

44 γεγραμμέναBabington.

45 ψευδῆSchneidewin.

46 οἶμαιCaesar.

47 ἰδεῖνCaesar:γνῶναιPatakis.

48 ἐστιet sq. Babington, sedτούτοις τοῖςBlass:τοιούτοιςBabington.

49 ἀνάγκη γὰρ ἦνSauppe:ἦνom. Blass.

50 Column 5

51 προσγυμναστοῦ προγυμναστοῦWestermann.

52 οὔτ᾽ ... οὔτ᾽Sauppe:οὐκ ... οὐδ᾽Blass.

53 πνιγόμενοςKenyon:ἀπαγόμενοςBabington, Colin.

54 Column 6

55 καὶSchneidewin:ἆρ᾽Babington.

56 ἀπέκτεινε ἀπεκώλυσε Colin.

57 ἀπούωνusque adκεφάλαιονplerumque restituit Babington.

58 ἁπάντωνSauppe.

59 ὡςBlass:ὧνColin.

60 πρότερονSauppe.

61 τοῦτοusque adαὐτῇBabington.

62 ἐμμείνειενHerwerden:ἐμμενεῖ ἐνSchneidewin.

63 τὴνBabington:ὅμωςBlass.

64 ὈρέστηςBlass.

65 Column 7

66 πρότερον τὸν πρότερονColin:πρότεροιPatakis.

67 Column 8

68 ἀπολογουμένοιςusque adδιαστρέφουσινplerumque restituit Babington.

69 ἀπολελεῖφθαιSchneidewin.

70 etμεμνημένοιςShilleto.

71 τῶν περὶ τῶνBabington.

72 οἴησινSchneidewin:οὕτω δόξανBlass.

73 τοῖς φεύγουσιCaesar.

74 See note onἀπολογουμένοιςabove.

75 ἈρίστωνSauppe.

76 ἐνεχείρησεSchneidewin.

77 ποιῆσαιBlass:πουKenyon.

78 κατηγορίαBabington.

79 ὃς οὐδ᾽Blass:οὐδ᾽Kayser.

80 ἀπολαύεινSudhaus:ἀπολογίανBlass.

81 δίδωσιusque adκαὶBlass.

82 συναπολογησομένωνKayser.

83 διὰusque adἀπολογῶνταιBlass:ἀπολογήσονταιFuhr.

84 Column 9

85 δίκαιόν ἐστιSauppe.

86 καὶadd. Kayser:ἀκούεινdel. Schneidewin.

87 Column 10

88 ἅπανταςBlass.

89 νόμουςusque adτραγῳδίαςplerumque restituit Babington.

90 ἐξῇ σοιKayser.

91 See note onνόμουςabove.

92 γράψαι εἰς τὴνBlass.

93 οἵασπερKayser.

94 ὅς μ᾽Blass.

95 πολλὰς μὲνSauppe.

96 ποιῶBlass.

97 ἀγάμους ἔνδον καταγηράσκεινBabington.

98 πολλὰςusque adοἷςSauppe.

99 Column 11

100 οὐκοῦνBabington:οὔκουνSchneidewin.

101 Postᾤουadd.οὐKirchhoff.

102 add. Babington, quod dubium an A supra versum habeat.

103 Column 12

104 τῇSauppe.

105 ἐνδέχεταιusque adτοιοῦτοςplerumque restituit Babington.

106 ἐγκλήματοςBlass:ἀξιώματοςBabington.

107 ἄνθρωπονolim Jensen:ἀρξάμενονBabington.

108 See note onἐενδέχεταιabove.

109 Column 13

110 Column 14

111 χρὴBlass.

112 εἶναιSauppe.

113 Column 15

114 αἱadd. Babington.

115 Column 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: