previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατὰ Φιλιππίδου

1Unknown ἐν ἐλευθέρᾳ πόλει τὰ τοῖς τυράννοις συμφέροντα πραττοντ ... ν εἰς δουλείαν ... 2 καλῶν πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς Ἕλλησιν αἴτιος ἐγένετο. τοιγαροῦν3 καὶ παρ᾽ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις πᾶσιν τῶν μεγίστων4 δωρεῶν ἔτυχεν ... δικαίως ... γὰρ ... ὑπὸ 5Unknown δεῖ χάριν ἡμᾶς ἀποδιδόναι Ἀλεξάνοδρῳ διὰ τοὺς τελευτήσαντας ... ἐγὼ δὲ οἶμαι6 7Unknown ἐκεῖνος. ἔπειθ᾽ οὗτοι ἐπεμβαίνουσιν τῷ δήμῳ ἐν ταῖς ἀτυχίαις. διόπερ καὶ πολὺ μᾶλλον ἄξιοί εἰσιν μισεῖσθαι. ὥσπερ γὰρ τὰ σώματα πλείστης8 ἐπιμελείας ἐν ταῖς ἀρρωστίαις δεῖται, οὕτως καὶ αἱ πόλεις πλείστης θεραπείας ἐν ταῖς ἀτυχίαις δέονται. μόνοις δὲ τούτοις9 10Unknown δημοκρατία. ἀφεὶς δὲ τὰ πολλὰ περὶ ὧν καὶ συνηγόρει Φιλίππῳ καὶ ἐστρατεύσατο μετ᾽ ἐκείνου ἐπὶ τὴν χώραν, ὅπερ μέγιστον, τοῦτο δηλώσω ... Φιλιππο ... ἐστρατεύσατο ἐφ᾽ ἡμᾶς καὶ τοὺς συμμάχους ... ἀκριβῶς γε ... Unknown δίδωσιν ἕκαστος αὐτῶν, μὲν ἐν Θήβαις, δ᾽ ἐν Τανάγρᾳ, δ᾽ ἐν τῇ ἐλευθε11 ... ατα τῶν 12 Unknownἀπαλλαγέντα; οὐκ εὔχεσθαι καὶ τἆλλα πάντα τὰ ἐν τῇ Ἑλλάδι ἀνατραπῆναι, οἵ γ᾽ ἀπὸ τῶν ἀναιρουμένων πόλεων ἀπαρχὰς λαμβάνουσιν; καὶ ὑμᾶς μὲν ἀεὶ13 βούλεσθαι ἐν φόβῳ καὶ14 κινδύνοις εἶναι Athenaeus 22.522 dεὐτελὴς τὸ σῶμα διὰ λεπτότητα. 15 κατηγορίας ποιοῦνται, καὶ φανερὸν ποιοῦσιν ὅτι οὐδὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀεὶ16 καθ᾽ ὑμῶν θεραπεύοντες. [2] ἐπεὶ δὲ νῦν ἐκείνων δύναμις εἰς τοῦτον17 μετέστη, τότε δὴ κολακεύειν προείλοντο18: καὶ Δημοκράτης19 αὐτοῖς Ἀφιδναῖος ἀεὶ παρακαθήμενος20 καὶ ... ον ἱστὰς21 γελωτοποιεῖ ἐπὶ τοῖς τῆς πόλεως ἀτυχήμασιν, καὶ λοιδορεῖθ᾽22 ὑμῖν μεθ᾽ ἡμέραν ἐν23 τῇ ἀγορᾷ, εἰς ἑσπέραν δὲ δειπνήσων ὡς ὑμᾶς ἔρχεται. καίτοι, Δημόκρατες, μόνῳ σοι οὐκ ἔνι λέγειν24 περὶ τοῦ δήμου φλαῦρον25 οὐδέν: [3] διὰ τί; ὅτι πρῶτον μὲν οὐ παρ᾽ 26 ἑτέρου σ᾽ ἔδει μαθεῖν ὅτι δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ: αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει. ἔπειθ᾽ ὅτι ἐν νόμῳ γράψας δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι μηδενὶ κακῶς Ἁρμόδιον καὶ Ἀριστογείτονα, μήτ᾽ ᾆσαι ἐπὶ27 τὰ κακίονα. 28 καὶ δεινόν ἐστιν εἰ τοὺς μὲν σοὺς προγόνους δῆμος οὐδὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακῶς λέγεις. [4] Βραχέα δ᾽ ἔτι πρὸς ὑμᾶς εἰπών, ἄνδρες δικασταί, καὶ ἀναλογισάμενος, καταβήσομαι. γραφὴ παρανόμων ἐστὶν ὑπὲρ ἧς τὴν ψῆφον μέλλετε φέρειν29. τὸ δὲ ψήφισμα 30 τὸ κρινόμενον ἔπαινος προέδρων. ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων. [5] τὸ λοιπὸν ἤδη ἐστὶν παρ᾽ ὑμῖν: δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τιμωρήσεσθε, τὰς τοῖς εὐεργέταις ἀποδεδειγμένας τιμὰς ταύτας δώσετε τοῖς ἐναντία τοῖς νόμοις προεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι. ἀλλὰ μὴν οὐδ᾽ ἐξαπατηθῆναι ὑμῖν ἔνεστιν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶναι τῷ δήμῳ τὰ περὶ τῶν ἐπαίνων31 ψηφίζεσθαι: τοὺς γὰρ προέδρους 32 οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι. [6] πρὸς δὲ τούτοις αὐτὸς ὑμῖν33 οὗτος ῥᾳδίαν πεποίηκεν τὴν γνῶσιν: ἔγραψεν γὰρ ὧν ἕνεκα ἐστεφάνωσεν τοὺς προέδρους, δικαιοσύνης τε τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ διότι κατὰ τοὺς νόμους προηδρεύκασιν. ἐπὶ δὴ34 ταῦτ᾽ ἄγετ᾽ αὐτὸν ἀπολογησόμενον, καὶ σύ, Φιλιππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ὑπέθου ἐν τῷ ψηφίσματι, ἀπόφευγε. [7] εἰ δ᾽ οἴει κορδακίζων καὶ γελωτοποιῶν, ὅπερ ποιεῖν εἴωθας,35 ἐπὶ τῶν δικαστηρίων ἀποφεύξεσθαι, εὐήθης εἶ, παρὰ τούτοις36 συγγνώμην ἔλεόν37 τινα παρὰ τὸ δίκαιον ὑπάρχειν.38 πολλοῦ γε δεῖ. οὐ γὰρ39 40 ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλ᾽ ἑτέρωθι, οὐδὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας. [8] καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδ᾽ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδ᾽ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι πράττειν κατὰ τοῦ δήμου. [9] εἶτα περὶ 41 καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺςοὐ42 παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλ᾽ οὐ δίκαιον: ὅτε γὰρ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάντα, τόθ᾽ ὑφ᾽ ὑμῶν ἐξυβρίζετο. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ. [10] διὰ τί γὰρ ἂν43 τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστ᾽ αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλ᾽ ὅτι χρηστός; ἀλλὰ δὶς 44 αὐτοῦ ἀδικίαν κατέγνωτε. ναί, ἀλλὰ χρήσιμος: ἀλλ᾽ εἰ χρήσεσθε τῷ ὑφ᾽ ὑμῶν ὁμολογουμένως πονηρῷ κριθέντι, κρίνειν κακῶς δόξετε πονηρῶν ἀνθρώπων ἐπιθυμεῖν. οὐκοῦν οὐκ ἄξιον τὰ τούτου ἀδικήματα αὐτοὺς45 ἀναδέχεσθαι, ἀλλὰ τιμωρεῖσθαι τὸν ἀδικοῦντα. [11] καὶ ἂν46 ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατ᾽ ἀμφότερα. πρῶτον μὲν ὅτι εὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν: οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν 47 βάσανον δέδωκεν. [12] ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδ᾽ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλ᾽ αὐτὸς αὑτῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν: ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας. [13] ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν: ὑμεῖς δὲ τῶν τε κατηγορημένων 48 μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.

1 Frag. I restituit Sudhaus.

2 Frag. 6 plerumque restituit Blass.

3 τοιγαροῦνJensen:τὸ παλαιὸνBlass.

4 τῶν μεγίστωνFuhr:Κόνων̣μεγίστωνBlass.

5 Sub finem. Frag. 8 hanc partem restituit Blass.

6 οἶμαιJensen.

7 Frag. 10 e septem fragmentulis composuit Blass, qui pleraque restituit.

8 πλείστηςKenyon:μεγίστηςBlass.

9 τούτοιςKenyon.

10 Frag 11, cuius solum a sinistra parte margo exstat, sic restituere tentavit Blass:

11 ἘλευθερίδιKenyon:ἐλευθέρᾳBlass.

12 Frag. 15b e compluribus fragmentis composuit Blass.

13 ὑμᾶς μὲν ἀεὶJensen.

14 φόβῳ καὶBlass.

15 Column 1

16 Coll. 1 et 2 plerumque restituit Kenyon.

17 τοῦτονJensen:μικρὸνBlass, Kenyon.

18 προείλοντοBlass.

19 PostΔημοκράτηςadd.νῦνKenyon: om. Jensen.

20 παρακαθήμενοςJensen:συγκαθήμενοςKenyon.

21 καὶ χορὸν ἱστὰςBlass.

22 λοιδορεῖθ᾽Blass.

23 ἐνBlass.

24 ἔνι λέγεινBlass.

25 φλαῦρονCronert:φαῦλονKenyon.

26 Column 2

27 ᾆσαι ἐπὶJebb.

28 Blass:L, Kenyon.

29 φέρεινBlass.

30 Column 3

31 ἐπαίνωνBlass.

32 Column 4

33 Coll. 4 ad 8 plerumque restituit Kenyon, sedὑμῖνKoehler: ἡμῖνL.

34 δὴBlass.

35 Postεἴωθαςinterpunxit Kenyon: infra, postδικαστηρίωνBlass.

36 τούτοιςJenson:τούτων φὴςKenyon.

37 ἔλεόνSandys.

38 ὑπάρχεινBlass.

39 δεῖ. οὐ γὰρHerwerden et Diels.

40 Column 5

41 Column 6

42 οὐdel. Koehler:οὕτωThalheim:ὡς οὐci. Kenyon:οἱWeil.

43 ἂνadd. Herwerden.

44 Column 7

45 αὐτοὺςBlass.

46 ἂνJenson:ἐὰνKenyon.

47 Column 8

48 Column 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: