previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον

1 ἀλλ᾽ ἔγωγε, ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω εἰ μὴ προσίστανται ἤδη ὑμῖν αἱ τοιαῦται εἰσαγγελίαι. τὸ μὲν γὰρ πρότερον εἰσηγγέλλοντο παρ᾽ ὑμῖν Τιμόμαχος καὶ Λεωσθένης καὶ Καλλίστρατος καὶ Φίλων ἐξ Ἀναίων2 καὶ Θεότιμος Σηστὸν ἀπολέσας καὶ ἕτεροι τοιοῦτοι: καὶ οἱ μὲν αὐτῶν ναῦς αἰτίαν ἔχοντες προδοῦναι, οἱ δὲ πόλεις Ἀθηναίων, δὲ ῥήτωρ ὢν λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ. [2] καὶ οὔτε τούτων πέντε ὄντων οὐδεὶς ὑπέμεινε τὸν ἀγῶνα, ἀλλ᾽ αὐτοὶ ᾤχοντο φεύγοντες ἐκ τῆς πόλεως, οὔτ᾽ 3 ἄλλοι πολλοὶ τῶν εἰσαγγελλομένων, ἀλλ᾽ ἦν σπάνιον ἰδεῖν ἀπ᾽ εἰσαγγελίας τινὰ κρινόμενον ὑπακούσαντα εἰς τὸ δικαστήριον: οὕτως ὑπὲρ μεγάλων ἀδικημάτων καὶ περιφανῶν αἱ εἰσαγγελίαι τότε ἦσαν. νυνὶ δὲ τὸ γιγνόμενον ἐν τῇ πόλει πάνυ καταγέλαστόν ἐστιν. [3] Διογνίδης μὲν καὶ Ἀντίδωρος μέτοικος εἰσαγγέλλονται ὡς πλέονος μισθοῦντες τὰς αὐλητρίδας νόμος κελεύει, Ἀγασικλῆς4 δ᾽ ἐκ Πειραιέως ὅτι εἰς Ἁλιμουσίους ἐνεγράφη, Εὐξένιππος δ᾽ ὑπὲρ τῶν ἐνυπνίων ὧν φησιν ἑωρακέναι: ὧν οὐδεμία δήπου τῶν αἰτιῶν τούτων οὐδὲν 5 κοινωνεῖ τῷ εἰσαγγελτικῷ νόμῳ. [4] καίτοι, ἄνδρες δικασταί, ἐπὶ τῶν δημοσίων ἀγώνων οὐ χρὴ τοὺς δικαστὰς πρότερον τὰ καθ᾽ ἕκαστα τῆς κατηγορίας ὑπομένειν ἀκούειν, πρὶν ἂν6 αὐτὸ τὸ κεφάλαιον τοῦ ἀγῶνος καὶ τὴν ἀντιγραφὴν ἐξετάσωσιν εἰ ἔστιν ἐκ τῶν νόμων μή: οὐ μὰ Δία οὐχ ὥσπερ ἐν τῇ κατηγορίᾳ Πολύευκτος ἔλεγεν, οὐ φάσκων δεῖν τοὺς ἀπολογουμένους ἰσχυρίζεσθαι τῷ εἰσαγγελτικῷ νόμῳ, ὃς κελεύει κατὰ τῶν ῥητόρων αὐτῶν τὰς εἰσαγγελίας εἶναι περὶ τοῦ λέγειν μὴοὐ7 τὰ ἄριστα τῷ δήμῳ, οὐ κατὰ 8 πάντων Ἀθηναίων. [5] ἐγὼ δὲ οὔτε πρότερον οὐδενὸς ἂν μνησθείην τούτου, οὔτε πλείους οἶμαι δεῖν λόγους ποιεῖσθαι περὶ ἄλλου τινὸς ὅπως ἐν δημοκρατίᾳ κύριοι οἱ νόμοι ἔσονται, καὶ αἱ εἰσαγγελίαι καὶ αἱ ἄλλαι κρίσεις κατὰ τοὺς νόμους εἰσίασιν9 εἰς τὸ δικαστήριον. διὰ τοῦτο γὰρ ὑμεῖς ὑπὲρ ἁπάντων τῶν ἀδικημάτων, ὅσα ἔστιν ἐν τῇ πόλει, νόμους ἔθεσθε χωρὶς περὶ ἑκάστου αὐτῶν. [6] ἀσεβεῖ τις περὶ τὰ ἱερά: γραφαὶ10 ἀσεβείας πρὸς τὸν βασιλέα. — φαῦλός ἐστι πρὸς τοὺς ἑαυτοῦ γονεῖς: ἄρχων ἐπὶ τούτου κάθηται. — παράνομά τις ἐν τῇ πόλει 11 γράφει: θεσμοθετῶν συνέδριον ἔστι. — ἀπαγωγῆς ἄξια ποιεῖ: ἀρχὴ τῶν ἕνδεκα καθέστηκε. — τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων ἁπάντων καὶ νόμους καὶ ἀρχὰς καὶ δικαστήρια τὰ προσήκοντα ἑκάστοις αὐτῶν ἀπέδοτε. [7] ὑπὲρ τίνων οὖν οἴεσθε12 δεῖν τὰς εἰσαγγελίας γίγνεσθαι; τοῦτ᾽ ἤδη καθ᾽ ἕκαστον ἐν τῷ νόμῳ ἐγράψατε, ἵνα μὴ ἀγνοῇ μηδείς: ‘ἐάν τις,’ φησί, ‘τὸν δῆμον τὸν Ἀθηναίων καταλύῃ:’ — εἰκότως, ἄνδρες δικασταί: γὰρ τοιαύτη αἰτία οὐ παραδέχεται σκῆψιν οὐδεμίαν οὐδενὸς οὐδ᾽ ὑπωμοσίαν, ἀλλὰ τὴν ταχίστην αὐτὴν δεῖ 13 εἶναι ἐν τῷ δικαστηρίῳ: — [8] συνίῃ ποι ἐπὶ καταλύσει τοῦ δήμου ἑταιρικὸν συναγάγῃ, ἐάν τις πόλιν τινὰ προδῷ ναῦς πεζὴν ναυτικὴν στρατιάν, ῥήτωρ ὢν μὴ λέγῃ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνων’: τὰ μὲν ἄνω τοῦ νόμου κατὰ πάντων τῶν πολιτῶν γράψαντεςἐκ πάντων γὰρ καὶ τἀδικήματα ταῦτα γένοιτ᾽ ἄν), τὸ δὲ τελευταῖον τοῦ νόμου κατ᾽ αὐτῶν τῶν ῥητόρων, παρ᾽ οἷς ἔστιν καὶ τὸ γράφειν τὰ ψηφίσματα. [9] ἐμαίνεσθε γὰρ ἄν, εἰ ἄλλον τινὰ τρόπον τὸν νόμον τοῦτον ἔθεσθε οὕτως: εἰ τὰς μὲν τιμὰς καὶ τὰς 14 ὠφελίας ἐκ τοῦ λέγειν οἱ ῥήτορες καρποῦνται, τοὺς δὲ κινδύνους ὑπὲρ αὐτῶν τοῖς ἰδιώταις ἀνεθήκατε. ἀλλ᾽ ὅμως Πολύευκτος οὕτως ἐστὶν ἀνδρεῖος, ὥστε εἰσαγγελίαν διώκων οὐκ ἔφη δεῖν τοὺς φεύγοντας τῷ εἰσαγγελτικῷ νόμῳ χρῆσθαι. [10] καὶ οἱ μὲν ἄλλοι πάντες κατήγοροι, ὅταν οἴωνται δεῖν ἐν τῷ προτέρῳ λόγῳ ὑφελεῖν τῶν φευγόντων τὰς ἀπολογίας, τοῦτο παρακελεύονται τοῖς δικασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολογουμένων, ἐάν τινες ἔξω τοῦ νόμου λέγωσιν, ἀλλ᾽ ἀπαντᾶν πρὸς τὰ λεγόμενα καὶ κελεύειν τὸν νόμον ἀναγιγνώσκειν: σὺ δὲ 15 τοὐναντίον τὴν εἰς τοὺς νόμους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξενίππου. [11] καὶ πρὸς τούτοις οὐδὲ βοηθεῖν οὐδένα φῂς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖς δικασταῖς μὴ θέλειν ἀκούειν τῶν ἀναβαινόντων. καίτοι τί τούτου τῶν16 ἐν τῇ πόλει βέλτιον δημοτικώτερόν ἐστι, πολλῶν καὶ ἄλλων καλῶν ὄντων, ὁπόταν τις ἰδιώτης εἰς ἀγῶνα καὶ κίνδυνον καταστὰς μὴ δύνηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτῳ τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖναι ἀναβάντα βοηθῆσαι καὶ τοὺς δικαστὰς ὑπὲρ τοῦ πράγματος τὰ δίκαια διδάξαι; [12] 17 ἀλλὰ νὴ Δία αὐτὸς τοιούτῳ πράγματι οὐ κέχρησαι, ἀλλ᾽ ὅτ᾽ ἔφευγες τὸν ἀγῶνα ὑπ᾽ Ἀλεξάνδρου τοῦ ἐξ Οἴου, δέκα μὲν συνηγόρους ἐκ τῆς Αἰγηίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ εἷς ἦν αἱρεθεὶς ὑπὸ σοῦ, ἐκ δὲ τῶν ἄλλων Ἀθηναίων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βοηθήσοντάς σοι. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; αὐτῷ δὲ τούτῳ τῷ ἀγῶνι πῶς κέχρησαι; οὐ κατηγόρησας ὁπόσα ἐβούλου; οὐ Λυκοῦργον ἐκάλεις συγκατηγορήσοντα, οὔτε τῷ λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον ὄντα, παρὰ τούτοις τε μέτριον καὶ ἐπιεικῆ δοκοῦντα εἶναι; [13] εἶτα σοὶ μὲν ἔξεστι καὶ φεύγοντι τοὺς βοηθήσοντας 18 καλεῖν καὶ διώκοντι τοὺς συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ δύνασαι εἰπεῖν, ἀλλὰ καὶ ὅλῃ19 πόλει πράγματα παρέχειν ἱκανὸς εἶ, Εὐξενίππῳ δ᾽ ὅτι ἰδιώτης ἐστὶ καὶ πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκείους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσονται ὑπὸ σοῦ; [14] νὴ Δία, τὰ γὰρ πεπραγμένα αὐτῷ δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῇ κατηγορίᾳ. σκέψασθε δή, ἄνδρες δικασταί, καθ᾽ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. δῆμος προσέταξεν Εὐξενίππῳ τρίτῳ αὐτῷ ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν, 20 τῷ δήμῳ ἀπαγγεῖλαι. τοῦτ᾽ εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ εἶδεν ἐν τῷ ὕπνῳ τοῦτ᾽ αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, θεὸς αὐτῷ προσέταττε ταῦτ᾽ ἐξαγγείλας πρὸς Ἀθηναίους; [15] εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύσασθαι τοῦ θεοῦ καὶ χαριζόμενόν τισι μὴ τἀληθῆ ἀπηγγελκέναι τῷ δήμῳ, οὐ ψήφισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλ᾽ ὅπερ πρότερος ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαντα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν. σὺ δὲ τοῦτο μὲν οὐκ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον, 21 ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῷ: δι᾽ ὅπερ ἥλως παρανόμων, οὐ δι᾽ Εὐξένιππον. [16] ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρόπον. αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῷ διείλοντο, τοῦ δήμου αὐταῖς δόντος. τοῦτο τὸ ὄρος ἔλαχεν22 Ἀκαμαντὶς καὶ Ἱπποθοωντίς. ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῷ Ἀμφιαράῳ καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῷ θεῷ καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος. [17] μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι23 τοῖν24 25 δυοῖν φυλαῖν τὰ διάφορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶνται. καίτοι εἰ μὲν ἴδιον ὂν26 τῶν φυλῶν ἀφῃροῦ τὸ ὄρος, πῶς οὐκ ὀργῆς ἄξιος εἶ;27 εἰ δὲ μὴ προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν, διὰ τί τὰς ἄλλας φυλὰς ἔγραφες αὐταῖς προσαποδιδόναι ἀργύριον; ἀγαπητὸν γὰρ ἦν αὐταῖς εἰ τὰ τοῦ θεοῦ ἀποδώσουσιν καὶ μὴ προσαποτείσουσιν ἀργύριον. [18] ταῦτ᾽ ἐν τῷ δικαστηρίῳ ἐξεταζόμενα οὐκ ὀρθῶς ἐδόκει γεγράφθαι, ἀλλὰ κατεψηφίσαντό σου οἱ δικασταί. εἶτ᾽ εἰ μὲν ἀπέφυγες τὴν γραφήν, οὐκ ἂν κατεψεύσατο οὗτος τοῦ θεοῦ, ἐπειδὴ δὲ συνέβη σοι ἁλῶναι, Εὐξένιππον δεῖ ἀπολωλέναι; καὶ σοὶ 28 μὲν τῷ τοιοῦτο ψήφισμα γράψαντι πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήθη, τὸν δὲ κατακλιθέντα εἰς τὸ ἱερὸν τοῦ δήμου κελεύσαντος μηδ᾽ ἐν τῇ Ἀττικῇ δεῖ τεθάφθαι; [19] ναί29: δεινὰ γὰρ ἐποίησεν περὶ τὴν φιάλην, ἐάσας Ὀλυμπιάδα ἀναθεῖναι εἰς τὸ ἄγαλμα τῆς Ὑγιείας. τοῦτο γὰρ ὑπολαμβάνεις, ἐφόδιον ἑαυτῷ εἰς τὸν ἀγῶνα τὸ ἐκείνης ὄνομα παραφέρων καὶ κολακείαν ψευδῆ κατηγορῶν Εὐξενίππον, μῖσος καὶ ὀργὴν αὐτῷ συλλέξειν παρὰ τῶν δικαστῶν. δεῖ δέ, βέλτιστε, μὴ ἐπὶ τῷ Ὀλυμπιάδος ὀνόματι καὶ τῷ Ἀλεξάνδρου τῶν πολιτῶν 30 τινα ζητεῖν κακόν τι ἐργάσασθαι, [20] ἀλλ᾽ ὅταν ἐκεῖνοι πρὸς τὸν δῆμον τὸν Ἀθηναίων ἐπιστέλλωσι μὴ τὰ δίκαια μηδὲ τὰ προσήκοντα, τότε ἀναστάντα ὑπὲρ τῆς πόλεως ἀντιλέγειν καὶ πρὸς τοὺς ἥκοντας παρ᾽ αὐτῶν δικαιολογεῖσθαι καὶ εἰς τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον πορεύεσθαι βοηθήσοντα τῇ πατρίδι. σὺ δ᾽ ἐκεῖ μὲν οὐδεπώποτε ἀνέστης οὐδὲ λόγον περὶ αὐτῶν ἐποιήσω, ἐνθάδε δὲ μισεῖς Ὀλυμπιάδα ἐπὶ τῷ ἀπολέσαι Εὐξένιππον, [21] καὶ φῂς κόλακα αὐτὸν εἶναι ἐκείνης καὶ Μακεδόνων: ὃν ἐὰν δείξῃς ἀφιγμένον πώποτε εἰς 31 Μακεδονίαν, ἐκείνων τινὰ ὑποδεξάμενον εἰς τὴν αὑτοῦ οἰκίαν, χρώμενον τῶν ἐκεῖθέν τινι ἐντυγχάνοντα, λόγους καὶ οὑστινασοῦν ἐπ᾽ ἐργαστηρίου ἐν τῇ ἀγορᾷ ἄλλοθί που περὶ τούτων τῶν πραγμάτων εἰρηκότα, καὶ μὴ κοσμίως καὶ μετρίως τὰ αὑτοῦ πράττοντα ὥσπερ εἴ τις καὶ ἄλλος τῶν πολιτῶν, χρησάσθωσαν αὐτῷ οἱ δικασταὶ τι βούλονται. [22] εἰ γὰρ ταῦτα ἦν ἀληθῆ κατηγορεῖς, οὐκ ἂν σὺ μόνος ᾔδεις, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες οἱ ἐν τῇ πόλει: ὥσπερ καὶ περὶ τῶν ἄλλων ὅσοι τι ὑπὲρ ἐκείνων λέγουσιν πράττουσιν, 32 οὐ μόνον αὐτοί,33 ἀλλὰ καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἴσασι καὶ τὰ παιδία τὰ ἐκ τῶν διδασκαλείων καὶ τῶν ῥητόρων τοὺς παρ᾽ ἐκείνων μισθαρνοῦντας καὶ τῶν ἄλλων τοὺς ξενίζοντας τοὺς ἐκεῖθεν ἥκοντας καὶ ὑποδεχομένους καὶ εἰς τὰς ὁδοὺς ὑπαντῶντας ὅταν προσίωσι34: καὶ οὐδαμοῦ ὄψει οὐδὲ παρ᾽ ἑνὶ τούτων Εὐξένιππον καταριθμούμενον. [23] σὺ δ᾽ ἐκείνων μὲν οὐδένα κρίνεις οὐδ᾽ εἰς ἀγῶνα καθίστης, οὓς πάντες ἴσασι ταὺτα πράττοντας, κατ᾽ Εὐξενίππου δὲ κολακείαν κατηγορεῖς, οὗ βίος τὴν αἰτίαν οὐ παραδέχεται. 35 καίτοι, εἰ νοῦν εἶχες, περί γε τῆς φιάλης τῆς ἀνατεθείσης οὔτ᾽ ἂν Εὐξένιππον ᾐτιῶ, οὔτ᾽ ἂν ἄλλον λόγον οὐδένα ἐνταῦθα ἐποιήσω: οὐ γὰρ ἁρμόττει. διὰ τί; καί μου τὸν λόγον, ἄνδρες δικασταί, ἀκούσατε, ὃν μέλλω λέγειν. [24] ὑμῖν Ὀλυμπιὰς ἐγκλήματα πεποίηται περὶ τὰ ἐν Δωδώνῃ οὐ δίκαια, ὡς ἐγὼ δὶς ἤδη ἐν τῷ δήμῳ ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἀθηναίων πρὸς τοὺς ἥκοντας παρ᾽ αὐτῆς ἐξήλεγξα οὐ προσήκοντα αὐτὴν ἐγκλήματα τῇ πόλει ἐγκαλοῦσαν. ὑμῖν γὰρ Ζεὺς Δωδωναῖος προσέταξεν ἐν τῇ μαντείᾳ τὸ ἄγαλμα τῆς Διώνης 36 ἐπικοσμῆσαι: [25] καὶ ὑμεῖς πρόσωπόν τε ποιησάμενοι37 ὡς οἷόν τε κάλλιστον καὶ τἆλλα πάντα τὰ ἀκόλουθα, καὶ κόσμον πολὺν καὶ πολυτελῆ τῇ θεῷ παρασκευάσαντες, καὶ θεωρίαν καὶ θυσίαν πολλῶν χρημάτων ἀποστείλαντες, ἐπεκοσμήσατε τὸ ἕδος τῆς Διώνης ἀξίως καὶ ὑμῶν αὐτῶν καὶ τῆς θεοῦ. ὑπὲρ τούτων ὑμῖν τὰ ἐγκλήματα ἦλθε παρ᾽ Ὀλυμπιάδος ἐν ταῖς ἐπιστολαῖς, ὡς χώρα εἴη Μολοττία38 αὑτῆς, ἐν τὸ ἱερόν ἐστιν: οὔκουν προσήκειν39 ἡμᾶς τῶν ἐκεῖ οὐδὲ ἓν κινεῖν. [26] ἐὰν μὲν τοίνυν τὰ περὶ τὴν φιάλην γεγονότα ἐν ἀδικήματι ψηφίσησθε εἶναι, 40 τρόπον τινὰ καὶ ἡμῶν αὐτῶν καταγιγνώσκομεν ὡς τὰ ἐκεῖ οὐκ ὀρθῶς ἐπράξαμεν: ἐὰν δ᾽ ἐπὶ τοῦ γεγενημένου ἐῶμεν, τὰς τραγῳδίας αὐτῆς καὶ τὰς κατηγορίας ἀφῃρηκότες ἐσόμεθα. οὐ γὰρ δήπου Ὀλυμπιάδι μὲν τὰ Ἀθήνησιν ἱερὰ ἐπικοσμεῖν ἔξεστιν, ἡμῖν δὲ τὰ ἐν Δωδώνῃ οὐκ ἐξέσται, καὶ ταῦτα τοῦ θεοῦ προστάξαντος. [27] ἀλλ᾽ οὐκ ἔστιν, Πολύευκτε, ὡς ἐμοὶ δοκεῖς, ὅθεν κατηγορίαν οὐκ ἂν ποιήσαιο. καίτοι σε ἐχρῆν, ἐπείπερ προῄρησαι πολιτεύεσθαι, καὶ νὴ Δία καὶ δύνασαι, μὴ τοὺς ἰδιώτας κρίνειν μηδ᾽ εἰς τούτους νεανιεύεσθαι, ἀλλὰ τῶν 41 ῥητόρων ἐάν τις ἀδικῇ, τοῦτον κρίνειν, στρατηγὸς ἐάν τις μὴ τὰ δίκαια πράττῃ, τοῦτον εἰσαγγέλλειν: παρὰ γὰρ τούτοις ἐστὶ καὶ τὸ δύνασθαι βλάπτειν τὴν πόλιν, ὅσοι ἂν αὐτῶν προαιρῶνται, οὐ παρ᾽ Εὐξενίππῳ οὐδὲ τῶν δικαστῶν τούτων οὐδενί. [28] καὶ οὐ σὲ μὲν οὕτως οἴομαι δεῖν πράττειν, αὐτὸς δὲ ἄλλον τινὰ τρόπον τῇ πολιτείᾳ κέχρημαι, ἀλλ᾽ οὐδ᾽ αὐτὸς ἰδιώτην οὐδένα πώποτε ἐν τῷ βίῳ ἔκρινα, ἤδη δέ τισι καθ᾽ ὅσον ἐδυνάμην ἐβοήθησα. τίνας οὖν κέκρικα καὶ εἰς ἀγῶνα καθέστακα; Ἀριστοφῶντα τὸν Ἁζηνιέα,42 ὃς ἰσχυρότατος ἐν τῇ πολιτείᾳ γεγένηται43 καὶ οὗτος ἐν τούτῳ τῷ δικαστηρίῳ παρὰ δύο ψήφους ἀπέφυγε): [29] Διοπείθη τὸν Σφήττιον, ὃς δεινότατος ἐδόκει44 εἶναι τῶν ἐν τῇ πόλει: Φιλοκράτη τὸν Ἁγνούσιον, ὃς θρασύτατα καὶ ἀσελγέστατα τῇ πολιτείᾳ κέχρηται. τοῦτον εἰσαγγείλας ἐγὼ ὑπὲρ ὧν Φιλίππῳ ὑπηρέτεικαὶ45 κατὰ τῆς πόλεως, εἷλον ἐν τῷ δικαστηρίῳ, καὶ τὴν εἰσαγγελίαν ἔγραψα δικαίαν καὶ ὥσπερ νόμος κελεύει, ‘ῥήτορα ὄντα λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ’: [30] καὶ οὐδ᾽ οὕτως ἀπέχρησέ μοι τὴν 46 εἰσαγγελίαν ἂν47 δοῦναι, ἀλλ᾽ ὑποκάτω παρέγραψα: ‘τάδ᾽ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών,’ εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα: καὶ πάλιν, ‘τάδε εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών,’ καὶ τὸ ψήφισμα παρέγραφον. καὶ ἔστι μοι πεντάκις ἑξάκις τοῦτο γεγραμμένον: δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι. σὺ δ᾽ μὲν εἰπεῖν Εὐξένιππον φῂς οὐ τὰ ἄριστα τῷ δήμῳ, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δ᾽ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει. [31] μικρὰ δὲ περὶ τῆς ἀντιγραφῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς 48 ἥκεις φέρων κατ᾽ αὐτοῦ, λέγων ὡς Φιλοκλεῖ τὴν θυγατέρα ἐδίδου καὶ Δημοτίωνος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵν᾽ ἐὰν μὲν ἀφέμενοι49 τῆς εἰσαγγελίας περὶ τῶν ἔξω τοῦ πράγματος κατηγορηθέντων ἀπολογῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί: τί ταῦθ᾽ ἡμῖν λέγετε; ἐὰν δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶνται, ἀγὼν αὐτοῖς χείρων γίγνηται. τῶν γὰρ κατηγορηθέντων τὸ μὴ λαβὸν ἀπολογίαν ὑπὸ τῇ ὀργῇ τῶν δικαστῶν καταλείπεται. [32] καὶ τὸ πάντων δεινότατον τῶν ἐν τῷ λόγῳ λεγομένων μένων ὑπὸ σοῦ, σὺ ᾤου λανθάνειν ὧν 50 ἕνεκα λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται: εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἐπ᾽ αὐτοῦ τοῦ πράγματος, καὶ πότερον ἀδικεῖ ὑμᾶς κρινόμενος οὔ. [33] κακῶς μοι51 δοκεῖς εἰδέναι, Πολύευκτε, σύ τε52 καὶ οἱ ταὐτὰ γιγνώσκοντες,53 ὅτι οὔτε δῆμός54 ἐστιν οὐδὲ εἷς55 ἐν τῇ 56 οἰκουμένῃ οὔτε μόναρχος οὔτε ἔθνος μεγαλοψυχότερον τοῦ δήμου τοῦ Ἀθηναίων, τοὺς δὲ συκοφαντουμένους τῶν πολιτῶν ὑπό τινων καθ᾽ ἕνα ἅθρους οὐ προίεται ἀλλὰ βοηθεῖ. [34] καὶ πρῶτον μὲν Τείσιδος τοῦ Ἀγρυλῆθεν ἀπογράψαντος τὴν Εὐθυκράτους οὐσίαν ὡς δημοσίαν οὖσαν, πλεόνων ἑξήκοντα ταλάντων ἦν, καὶ μετ᾽ ἐκείνην πάλιν ὑπισχνουμένου τὴν Θιλίππου καὶ Ναυσικλέους ἀπογράψειν, καὶ λέγοντος ὡς ἐξ ἀναπογράφων μετάλλων πεπλουτήκασι, τοσοῦτον57 οὗτοι ἀπέλιπον τοῦ προσέσθαι58 τινὰ τοιοῦτον59 λόγον 60 τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ὥστε τὸν ἐγχειρήσαντα συκοφαντεῖν αὐτοὺς εὐθὺς ἠτίμωσαν, τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταδόντες. [35] τοῦτο δ᾽, εἰ βούλει, τὸ πρώην ὑπὸ τῶν δικαστῶν πραχθὲν τοῦ ἐξελθόντος μηνὸς πῶς οὐ μεγάλου ἐπαίνου ἄξιόν ἐστι; φήναντος γὰρ Λυσάνδρου τὸ Ἐπικράτους μέταλλον τοῦ Παλληνέως61 ἐντὸς62 τῶν μέτρων τετμημένον, ἠργάζετο μὲν ἤδη τρία ἔτη, μετεῖχον δ᾽ αὐτοῦ οἱ πλουσιώτατοι σχεδόν τι τῶν ἐν τῇ πόλει, δὲ Λύσανδρος ὑπισχνεῖτο τριακόσια τάλαντα εἰσπράξειν63 τῇ πόλειτοσαῦτα64 γὰρ εἰληφέναι αὐτοὺς65 ἐκ 66 τοῦ μετάλλου): [36] ἀλλ᾽ ὅμως οἱ δικασταὶ οὐ πρὸς τὰς τοῦ κατηγόρου ὑποσχέσεις ἀποβλέποντες, ἀλλὰ πρὸς τὸ δίκαιον, ἔγνωσαν ἴδιον εἶναι τὸ μέταλλον, καὶ τῇ αὐτῇ ψήφῳ τάς τε οὐσίας αὐτῶν ἐν ἀσφαλείᾳ κατέστησαν, καὶ τὴν ὑπόλοιπον ἐργασίαν τοῦ μετάλλου ἐβεβαίωσαν. τοιγαροῦν αἱ καινοτομίαι67 πρότερον ἐκλελειμμέναι διὰ τὸν φόβον νῦν ἐνεργοί, καὶ τῆς πόλεως αἱ πρόσοδοι αἱ ἐκεῖθεν πάλιν αὔξονται, ἃς ἐλυμήναντό τινες τῶν ῥητόρων ἐξαπατήσαντες τὸν δῆμον καὶ δασμολογήσαντες τοὺς ἐκεῖθεν.68 [37] ἔστι γάρ, ἄνδρες δικασταί, οὐχ οὗτος χρηστὸς69 πολίτης, ὅστις 70 μικρὰ δοὺς πλείω βλάπτει τὰ κοινά, οὐδ᾽ ὅστις εἰς τὸ παραχρῆμα ἐξ ἀδίκου πορίσας κατέλυσε τῆς πόλεως τὴν ἐκ δικαίου πρόσοδον, ἀλλ᾽ ὅτῳ μέλει καὶ τῶν εἰς τὸν ἔπειτα χρόνον ὠφελίμων τῇ πόλει καὶ τῆς ὁμονοίας τῶν πολιτῶν καὶ τῆς δόξης τῆς ὑμετέρας: ὧν ἔνιοι οὐ φροντίζουσιν, ἀλλὰ τῶν ἐργαζομένων ἀφαιρούμενοι πόρους φασὶ τούτους πορίζειν, ἀπορίαν ἐν τῇ πόλει παρασκευάζοντες. ὅταν γὰρ 71 φοβερὸν τὸ κτᾶσθαι καὶ φείδεσθαι, τίς βουλήσεται κινδυνεύειν; [38] τούτους μὲν οὖν ἴσως οὐ ῥᾴδιόν ἐστι κωλῦσαι ταῦτα πράττειν: ὑμεῖς δέ, ἄνδρες 72 δικασταί, ὥσπερ καὶ ἄλλους πολλοὺς σεσώκατε τῶν πολιτῶν ἀδίκως εἰς ἀγῶνας καταστάντας, οὕτω καὶ Εὐξενίππῳ βοηθήσατε, καὶ μὴ περιίδητε αὐτὸν ἐπὶ πράγματι οὐδενὸς ἀξίῳ καὶ εἰσαγγελίᾳ τοιαύτῃ, οὐ μόνον οὐκ ἔνοχός ἐστιν, ἀλλὰ καὶ αὐτὴ παρὰ τοὺς νόμους ἐστὶν εἰσηγγελμένη, καὶ πρὸς τούτοις ὑπ᾽ αὐτοῦ τοῦ κατηγόρου τρόπον τινὰ ἀπολελυμένη. [39] εἰσήγγελκε γὰρ αὐτὸν Πολύευκτος λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ τῷ Ἀθηναίων. εἰ μὲν οὖν ἔξωθεν τῆς 73 πόλεώς τινας ᾐτιᾶτο εἶναι, παρ᾽ ὧν τὰ δῶρα εἰληφότα. Εὐξένιππον συναγωνίζεσθαι αὐτοῖς, ἦν ἂν αὐτῷ εἰπεῖν ὅτι, ἐπειδὴ ἐκείνους οὐκ ἔστι τιμωρήσασθαι, δεῖ τοὺς ἐνθάδε αὐτοῖς74 ὑπηρετοῦντας δίκην δοῦναι. νῦν δὲ Ἀθηναίους φησὶν εἶναι παρ᾽ ὧν τὰς δωρεὰς εἰληφέναι αὐτόν. εἶτα σύ, ἔχων ἐν τῇ πόλει τοὺς ὑπεναντία πράττοντας τῷ δήμῳ, οὐ τιμωρῇ, ἀλλ᾽ Εὐξενίππῳ πράγματα παρέχεις; [40] βραχὺ δ᾽ ἔτι εἰπὼν περὶ τῆς ψήφου ἧς ὑμεῖς μέλλετε φέρειν καταβήσομαι. ὅταν γὰρ μέλλητε, ἄνδρες δικασταί, διαψηφίζεσθαι, κελεύετε 75 ὑμῖν τὸν γραμματέα ὑπαναγνῶναι τήν τε εἰσαγγελίαν καὶ τὸν νόμον τὸν εἰσαγγελτικὸν καὶ τὸν ὅρκον τὸν ἡλιαστικόν: καὶ τοὺς μὲν λόγους ἁπάντων ἡμῶν ἀφέλετε, ἐκ δὲ τῆς εἰσαγγελίας καὶ τῶν νόμων σκεψάμενοι τι ἂν ὑμῖν δοκῇ δίκαιον καὶ εὔορκον εἶναι, τοῦτο ψηφίσασθε. [41] ἐγὼ μὲν οὖν σοί, Εὐξένιππε, βεβοήθηκα ὅσα εἶχον. λοιπὸν δ᾽ ἐστὶ δεῖσθαι τῶν δικαστῶν καὶ τοὺς φίλους παρακαλεῖν καὶ τὰ παιδία ἀναβιβάζεσθαι.76

1 Column 1

2 ἐξ Ἀναίων Αἰξωνεὺςci. Schneidewin.

3 Column 2

4 ἈγασικλῆςBabington:ἈγησικληςA.

5 Column 3

6 ἂνadd. Schneidewin.

7 οὐdel. Babington.

8 Column 4

9 εἰσίασινedd.:εἰσίσασινA.

10 γραφαὶ γράφεταιSchneidewin: postγραφαὶadd.εἰσιν Cobet.

11 Column 5

12 οἴεσθε ᾤεσθεCobet.

13 Column 6

14 Column 7

15 Column 8

16 τούτου τῶνCobet:τοῦ τῶνA.

17 Column 9

18 Column 10

19 Postὅλῃadd.τῇCobet.

20 Column 11

21 Column 12

22 ἔλαχεν ἔλαχονCobet.

23 πορίσαιCobet:ποιῆσαιA.

24 τοῖνWestermann:τανA.

25 Column 13

26 ὂνadd. Cobet.

27 εἶadd. Schneidewin.

28 Column 14

29 τεθάφαι. ναίKayser (coll. Hyp. ii. 10; Dinarch i. 7): τεταφναιA (litterisθαι in margine additis).

30 Column 15

31 Column 16

32 Column 17

33 αὐτοί οὗτοιCobet.

34 προσίωσι προίωσιCobet.

35 Column 18

36 Column 19

37 ποιησάμενοιKayser:κοσμησάμενοιA:κομισάμενοι Comparetti.

38 Μολοττία Lightfoot: ΜολοσσίαA : del.Cobet.

39 προσήκειν Cobet:προσῆκενA.

40 Column 20

41 Column 21

42 ἉζηνιέαSchaefer:αιζηνιεαA.

43 Column 22

44 ἐδόκειSchaefer:δόκειA.

45 καὶdel. Blass:ὑπηρετήκειSchoemann.

46 Column 23

47 ἂνdel. Babington.

48 Column 24

49 Postἀφέμενοιexcidisseοἱ ὑπὲρ αὐτοῦ ἀπολογούμενοιvel simile aliquid suspicatus est Kenyon.

50 Column 25

51 κακῶς μοιBlass:κακῶς ἐμοὶCobet.

52 σύ τεCobet.

53 γιγνώσκοντεςMuller.

54 οὔτε δῆμόςCobet.

55 οὐδὲ εἷςBlass.

56 Column 26

57 τοσοῦτονCaesar.

58 τοῦ προσέσθαιSpengel.

59 τοιοῦτονBabington.

60 Column 27

61 PostΠαλληνέωςadd.ὡςCobet.

62 ἐντὸς ἐκτὸςCobet, et apud Dem. xxxvii, 36.

63 εἰσπράξεινSchneidewin.

64 τοσαῦταBabington.

65 αὐτοὺςCobet:αὐτὸνBabington.

66 Column 28

67 Postκαινοτομίαιadd.αἱCobet.

68 ἐκεῖθενLightfoot.

69 χρηστὸςMeuss.

70 Column 29

71 Babington:ἦνA.

72 Column 30

73 Column 31

74 αὐτοῖςBabington:αὐτοὺςA.

75 Column 32

76 Subscriptio in A:ὑπὲρ Εὐξενίππου εἰσαγγελίας ἀπολογία πρὸς Πολύευκτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: