previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12. καὶ μετὰ τοῦτο ἐς τὴν Ῥώμην ἐκεῖνοι πλήθει πολλῷ, ὡς καὶ τῷ δήμῳ τῇ τε βουλῇ κοινωσόμενοί τι, συνελθόντες τούτων μὲν οὐδὲν ἐφρόντισαν, ἀθροισθέντες δ᾽ ἐς τὸ Καπιτώλιον τάς τε συνθήκας, ἃς τε Ἀντώνιος καὶ Καῖσαρ ἐπεποίηντο, ἀναγνωσθῆναί σφισιν ἐκέλευσαν, καὶ [p. 242] ἐκείνας τε ἐπεκύρωσαν, καὶ περὶ ὧν διεφέροντο [2] ἑαυτοὺς δικαστὰς γενέσθαι ἐψηφίσαντο. καὶ ταῦτά τε ἐς δέλτους γράψαντες καὶ κατασημηνάμενοι ταῖς ἀειπαρθένοις φυλάττειν ἔδοσαν, καὶ τῷ μὲν Καίσαρι παρόντι, τοῖς δὲ ἑτέροις διὰ πρεσβείας, ἐς Γαβίους 1 ἐν ῥητῇ τινι ἡμέρᾳ πρὸς τὴν [3] δίκην ἀπαντῆσαι προσέταξαν. ἐπειδή τε μὲν Καῖσαρ ἕτοιμος διαδικασθῆναι ἐγένετο, ἐκεῖνοι δὲ ὑπέσχοντο μὲν ἀφίξεσθαι, οὐκ ἦλθον δέ, φοβηθέντες καὶ ἀπαξιώσαντες ῾διέσκωπτον γοῦν σφας, ἄλλα τε καὶ βουλὴν καλιγᾶταν 2 ἀπὸ τῆς τῶν στρατιωτικῶν ὑποδημάτων χρήσεως ἀποκαλοῦντεσ᾽, τοῦ τε Λουκίου καὶ τῆς Φουλουίας ὡς καὶ ἀδικούντων τι κατεψηφίσαντο καὶ τὰ τοῦ [4] Καίσαρος ἐπρέσβευσαν. κἀκ τούτου πολλάκις αὖθις βουλευσάμενοι τόν τε πόλεμον αὖθις ἀνείλοντο καὶ τὰ πρὸς αὐτὸν οὐχ ἡσυχῇ ἡτοιμάζοντο. τά τε γὰρ ἄλλα καὶ χρήματα ἁπανταχόθεν καὶ ἐκ τῶν ἱερῶν ἤθροισαν: τὰ γὰρ ἀναθήματα, ὅσα γε 3 καὶ ἐξαργυρισθῆναι ἐδύνατο, τά τε ἐν τῇ ἄλλῃ Ἰταλίᾳ τῇ ἐν τῇ ἐπικρατείᾳ αὐτῶν οὔσῃ καὶ τὰ ἐν [5] αὐτῇ τῇ Ῥώμῃ ἀνακείμενα καθεῖλον. καὶ αὐτοῖς καὶ ἐκ τῆς Γαλατίας τῆς τογάτης, καὶ ἐς τὸν τῆς Ἰταλίας ἤδη νομόν, 4 ὥστε μηδένα ἄλλον προφάσει τῆς ἐνταῦθα ἀρχῆς στρατιώτας ἐντὸς τῶν Ἄλπεων τρέφειν, ἐσεγέγραπτο, καὶ χρήματα καὶ στρατιῶται ἦλθον.

1 *gabi/ous Xyl., gai/ous LM.

2 kaliga=tan Balduinus, kalli/gan LM, kali/gan Xiph.

3 ge Rk., te LM.

4 nomo/n R. Steph., no/mon LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: