previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατὰ Δημοσθένους ὑπὲρ τῶν Ἁρπαλείων

1 ἀλλ᾽ ἐγώ, ἄνδρες2 δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω3 τουτὶ τὸ πρᾶγμα, εἰ δὴ4 νὴ Δία κατὰ Δημοσθένους μόνου τῶν ἐν τῇ πόλει μήτε οἱ νόμοι ἰσχύουσιν, οἱ κελεύοντες κύρια εἶναι ὅσα ἄν τις αὐτὸς καθ᾽ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθ᾽ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλ᾽ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ δῆμος τούτου κελεύοντος5 καὶ μόνον οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος 6 καίτοι τὸ 7 δίκαιον, ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γάρ, ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, Δημόσθενες, δῆμος εἰληφέναι εἴκοσι τάλαντα ἐπὶ τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. ταῦτα σὺ ἔξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου 8 9 καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες10 τὸ χρυσίον, καὶ τίς ἦν σοι δούς, καὶ ποῦ. τελευτῶν11 δ᾽ ἴσως ἐρωτήσεις καὶ ὅτι12 ἐχρήσω λαβὼν13 τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δὲ τοὐναντίον 14 ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα15 ἐξ Ἀρείου πάγου βουλὴ16 ἔφη ... ις ἀδίκως ... τατοχρυ ... φησι του ... ωτατις. ... ε δικαστ ... ἂν ἐνοι ... εσθαι ἐμ ... δικαίως τω ... ι 17 18 ... τὰς ἀποφάσεις. οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι: τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτ᾽ οὐχ ἑκόντες, ἀλλ᾽ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι: τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας19 οὐκ ἐφ᾽ αὑτοῖς ἐποίησαν, ἀλλ᾽ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις. δημοσθένης20 δ᾽ οὐ μόνον ἐπὶ τοῦ 21 αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως: ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτ᾽ οὖν ὀφειλέτω.22 ἰσχύσει Δημοσθένης παρ᾽ 23 ὑμῖν τῆς κατ᾽ αὐτοῦ ἀποφάσεως24 μεῖζον;25 οὐκ ἐς ... ἀπογι ... ἀπόφα ... ἔλαβεν ... σι καὶ οἱ ἄλλοι πάντες: οὐ γὰρ δήπου Δημοσθένει μόνῳ τοῦτο ἰσχυρὸν26 ἔσται, τοῖς δ᾽ ἄλλοις οὔ. καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι27 ταλάντων δικάζετε, ἀλλὰ ὑπὲρ τετρακοσίων, οὐδ᾽ ὑπὲρ ἑνὸς ἀδικήματος,28 ἀλλ᾽ ὑπὲρ ἁπάντων. γὰρ29 σὴ ἀπόνοια, Δημόσθενες, ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ. ἐγὼ δ᾽ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, 30 σαυτὸν31 ἐπέτρεψας: τίνων δὲ ἕνεκα ἔλαβες, καὶ ἐπὶ32 τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν κα ... ενος ... χρυσί ... τος τοὺς ... ὥσπερ εἰ ... φανερὸν ποιήσω.33 ἐπειδὴ γὰρ ἦλθεν, ἄνδρες δικασταί, Ἅρπαλος εἰς τὴν Ἀττικήν, καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθησαν πρὸς τὸν δῆμον, τότε παρελθὼν34 Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων35 οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐκδοῦναι36 τὴν πόλιν, οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῷ δήμῳ δι᾽ ἐκεῖνον παρ᾽ Ἀλεξάνδρου 37 καταλείπεσθαι, ἀσφαλέστατον δ᾽ εἶναι τῇ πόλει38 τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν, καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν, ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν, ἐν τῇ αὔριον ἡμέρᾳ: Ἅρπαλον δ᾽ ἤδη39 ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν: οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλ᾽ ἵνα εἰδῇ ἀφ᾽ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆσθαι, ἐκέλευε Μνησίθεον40 τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. δ᾽ ἀπεκρίνατο ὅτι 41 ἑπτακόσια τάλαντα 42 τὰ χρήματα εἶναι τηλικαῦτα43 αὐτὸς ἐν τῷ δήμῳ πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθ᾽ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο 44 ἐν τῷ δήμῳ ἑπτακόσια φήσας εἶναι τάλαντα, νῦν τὰ 45 ἡμίση ἀναφέρεις, καὶ ... ω ὅτι46 τοῦ ... ἀνενεχθῆναι ... εἰς ἀκρόπολιν ... ταῦτα τὰ πράγματα 47 ... ονλι ... ἔκρινον τὸν ... οὔτ᾽ ἂν ἐπρίατο Ἅρπαλος τὰς φε ... οὔτ᾽ ἂν πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν. ἀλλὰ πάντων τούτων, Δημόσθενες ... ἐστίν ... μως ἐγ ... στους ... αἰσχυν ... νει ... χρυσίον ... γὰρ ὅτι ... νοιω ... του ... πεν ... 48 στατῆρας ἔλαβε: σὺ δ᾽ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτ᾽ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δ᾽, ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, 49 ὁμολογεῖν50 μὲν εἰληφέναι51 τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν: καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δ᾽ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι 52 53 λέγων καὶ αἰτιώμενος,54 ὅτι Ἀλεξάνδρῳ χαριζομένη βουλὴ ἀνελεῖν αὐτὸν βούλεται: ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλ᾽ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ σκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν. κίνδυνος δ᾽ ὡς ἔοικεν ἐστίν, μὴ σύ, Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν;55 56 μὴ νομίζετε δὲ57 διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν58 πραγμάτων ἁλίσκεσθαι.59 οὐ γὰρ ἄδηλόν60 ἐστιν ὅτι πάντες61 οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδ᾽ ὅτι Φίλιππος τηλικοῦτος62 ἐγένετο ἐξ ἀρχῆς63 χρήματα διαπέμψας64 εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἐλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας65 66 67 τερατεύῃ,68 καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ δήμου69 λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις; ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι70 ἅπαντας ὅτι τοῦτ᾽ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῷ ἰδίᾳ περιποιησάμενος71 κατανήλωσας τὰ πολλά, καὶ νῦν δὲ ναυτικοῖς ἐργάζῃ χρήμασιν72 καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίαν ... μο73 ... υπα ... ν τω ... ρωι, οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλ᾽ ἐξορμεῖς ἐκ τῆς πόλεως. δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ74 πατρίδος εἶναι,75 μὴ δραπέτην. ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης76 77 πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δ᾽ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρ᾽ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν7879 80 ταῦτα81 σὺ παρεσκεύακας82 τῷ ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεσβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποστροφήν, τοὺς δὲ σατράπας,83 οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ ... ἕκαστον αὐτῶν.8485 86 ὑπὸ87 δημοσθένους ἀποσταλείς, παρὰ δ᾽ Ὀλυμπιάδι Καλλίας Χαλκιδεύς, Ταυροσθένους ἀδελφός: τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν: οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπ᾽ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν 88 89 ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος90 ἔλαβες καὶ μετεβάλου. καὶ καταγέλαστον91 μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν92 χρόνων τῶν αὐτῶν τί σοι προελομένους: καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφ᾽ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον 93 ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ δι᾽ ὑμᾶς94 μετεσχηκὼς μηδ᾽ ἐπὶ γήρως ὀδῷ95 κήδεται τῆς πατρίδος. ἀλλ᾽ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ ... ης ... υ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν96 κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων 97 98 οὐ γάρ ἐστιν ὁμοίως δεινόν,99 εἴ τις ἔλαβεν, ἀλλ᾽ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γ᾽ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ100 λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί. διὰ τί; ὅτι τοῖς μὲν101 ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν.102 οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν103 ἀποδιδόναι: ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις ... ς, οὕτω καὶ ... αι παρ᾽ ὑμῶν ... σι κατ᾽ αὐτῶν ... αι. ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς 104 στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας: ἓν μόνον παραφυλάττοντες, ὅπως δι᾽ ὑμᾶς καὶ μὴ καθ᾽ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπ᾽ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρ᾽ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτ᾽ ἐκεῖνα, ἀλλ᾽ ἤδη ἐπ᾽ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν 105 τις ἀρχήν τινα ἄρχων106 δι᾽ ἄγνοιαν δι᾽ ἀπειρίαν107 ἁμάρτῃ τι, οὗτος108 ὑπὸ τούτων καταρρητορευθεὶς109 ἐν τῷ δικαστηρίῳ ἀποθανεῖται ἐκ τῆς πατρίδος ἐκπεσεῖται: αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται; καὶ Κόνων110 μὲν Παιανιεύς, ὅτι111 ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων: καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη 112 113 οὐ μέντοι114 ἡμᾶς δῆμος ἐν τῷ μετὰ ταῦτα χρόνῳ οὐκ εἴα προσιέναι αὑτῷ οὐδὲ διαλέγεσθαι, ἀλλὰ καὶ συμβούλοις ἐχρῆτο καὶ συνηγόροις115 τοῦ δὲ ἐπιόντος116 ... ἐπὶ τὴν διοίκησιν τῶν αὑτοῦ ἅπασαν ταμίαν117 ἐχειροτόνησεν, ὑπολαμβάνων χάριν αὐτῷ παρ᾽ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐκείνων118 τῶν πραγμάτων119 καὶ 120 αὐτοῦ121 τοῦ πολέμου, οὐδεπώποτε ἡμῶν οὗτοι κατεψηφίσαντο, ἀλλ᾽ ἐκ πάντων ἔσωσαν, ὅπερ μέγιστον καὶ ἀξιοπιστότατον122 τῆς τοῦ δήμου εὐνοίας123 σημεῖον. καὶ γράψαι, Δημόσθενες124 ὑπὸ125 τοῦ ψηφίσματος ἡλωκέναι σε αὐτόματον, οὐκ ἐποίησαν ... γενομεν 126 127 δῆμος128 ἐποίησεν, ὥστ᾽ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα τὰ δίκαι᾽ ἂν αὐτῷ ἡμεῖς ὑπηρετοῖμεν129 καὶ εἰ δέοι130 ἀποθνῄσκοιμεν ὑπὲρ αὐτοῦ; ἐγὼ μὲν οἶμαι: ἀλλὰ σὺ κατὰ τοῦ δήμου 131 σθαι εὐεργετήματα:132 οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν αὐτοὺς ἀλλὰ τὴν ἑαυτῶν, οὐδὲ 133 134 αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας: καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις: ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότ᾽ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλοιτο,135 καὶ ἀφικομένου136 137 138 οστους ... ἐβούλετο139 ... στῆσαι εἰκόνα Ἀλεξάνδρου βασιλέως τοῦ ἀνικήτου θεοῦ ... και ... ἀγγελίαν140 ... Ὀλυμπίας.141 ... ἀπήγγειλε τῷ δήμῳ 142 143 τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο: οἱ δ᾽ ἀντὶ τοῦ ἀποδόντες ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθ᾽ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δ᾽ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀλλ᾽ αἰσχρόν, ἄνδρες δικασταί, ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν: οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας144 ἀναδέξασθαι καὶ τὰ145 ἀδικήματα 146 147 μὴ148 τοίνυν, ἄνδρες δικασταί, προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας: μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων 149 καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε 150 151 εσαλε ... ὑπὲρ αὐτῶν ε ... οις τὴν εἰρήνην ἐποιησάμεθα ... βουλευω ... ων χρη ... εν χε 152 153αὐτῷ παρ᾽ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡμῖν154 προσέταξεν τοῖς ᾑρημένοις κατηγόροις: τὸ δ᾽ ἀποφῆναι τοὺς εἰληφότας ἀπέδωκεν τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, τούτους εἰς τὸν δῆμον ἀπέδειξεν: τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας155 ὑμῖν 156 ἐξ Ἀρείου 157 πάγου. ἐὰν δὲ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ἄνδρες δικασταί, παρ᾽ ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑμᾶς158 159 τὴν σωτηρίαν τῆς πόλεως καὶ τὴν ἄλληντὴν160 εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν 161 τοὺς 162 εἰληφότας163 δῶρα κατὰ τῆς πατρίδος καὶ τῶν νόμων: μηδὲ τοῖς δακρύοις τοῖς Ἁγνωνίδου προσέχετε τὸν νοῦν, ἐκεῖνο λογιζόμενοι, ὅτι ἀτυχήσαντι μὲν 164 οὗτος δ᾽ ἂν κλαίων165 οὐ δίκαια ποιήσειεν,166 ὥσπερ καὶ οἱ λῃσταὶ οἱ ἐπὶ τοῦ τροχοῦ κλαίοντες, ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον. οὕτω καὶ Δημοσθένης τί προσῆκον167 κλαιήσει, ἐξὸν168 αὐτῷ μὴ λαμβάνειν ... Priscianus xviii. 235 ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν; Athenaeus x. 424 d εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε. Harpocration, s.v.παραγραφήοὐδὲ μέχρι παραγραφῆς. Photius, p. 116, 22 (Reitz)ἄνανδρος.

1 Column 1

2 Coll. 1 et 2 plerumque restituit Blass.

3 θαυμάζωJensen:θαῦμα τηλικουτὶ νομίζωBlass.

4 εἰ δὴJensen:εἰ μὴBlass.

5 κελεύοντοςSauppe.

6 Desunt col. 1 versus fere tres.

7 Column 2

8 Desunt col. 2 versus fere tres et col. 3 versus fere quattuordecim.

9 Column 3

10 Coll. 3 et 4 composuit et plerumque restituit Blass: verbaσυκοφαντεῖςusque adἀπαιτῶνcitat Alexander *numen,ΠερὶΣχημ.viii. 457 *walz.

11 ποῦetτελευτῶνA:πῶςetτελευταῖονAlexander.

12 τι εἰAlexander.

13 λαβὼνom. Alexander.

14 Column 4

15 ἕνεκαEgger.

16 βουλὴEgger.

17 Desunt col. 4 versus fere viginti et col. 5 versus fere decem.

18 Column 5

19 δημοτικώταταusque adἀδικοῦνταςSauppe.

20 ἐποίησανusque adΔημοσθένηςBlass.

21 Column 6

22 ὀφειλέτωBoeckh.

23 Column 7

24 Col. 7 plerumque restituit Sauppe, sedὑμῖνusque adἀποφάσεωςBlass.

25 μεῖζονFuhr:μᾶλλονBlass.

26 δήπουusque adἰσχυρὸνKenyon, sedμόνῳJensenμὲνKenyon).

27 εἴκοσιBoeckh.

28 τετρακοσίωνusque adἀδικήματοςBoeckh:τριακοσίωνSauppe.

29 γὰρBlass.

30 Column 8

31 Col. 8 composuit Sauppe et Blass, plerumque restituit Blass.

32 καὶ ἐπὶJensen:ἔτι δὲBlass.

33 ποιήσωFuhr.

34 τότε παρελθὼνJensen:μέμνησθε ὡς τότεBlass.

35 φάσκωνKenyon.

36 ἐκδοῦναιKenyon.

37 Column 9

38 Col. 9 composuit Sauppe et Kenyon, plerumque restituit Kenyon.

39 δ᾽ ἤδηSchaefer:δὲ δὴSauppe.

40 ΜνησίθεονBlass.

41 Column 10

42 Desunt col. 10 versus duodecim.

43 Col. 10 plerumque restituit Blass.

44 Desunt versus tres.

45 Column 11

46 Col. 11 om. Kenyon.

47 Desunt versus quattuor.

48 Column 12

49 Column 13

50 Col. 13 plerumque restituit Blass.

51 εἰληφέναιBoeckh.

52 Desunt col. 13 versus unus et col. 14 versus octo.

53 Column 14

54 Col. 14 composuit Sauppe et Blass:αἰτιώμενοςBlass.

55 δὴusque adδωροδοκίανKenyon.

56 Column 15

57 μὴ νομίζετε δὲColin: μὴ νομίζῃ τιςKenyon.

58 τυχόντα τῶνBoeckh.

59 ἁλίσκεσθαιBlass.

60 ἄδηλόνSauppe.

61 πάντεςSauppe.

62 τηλικοῦτοςBoeckh.

63 ἐξ ἀρχῆςBoeckh.

64 διαπέμψαςSauppe.

65 δυνάμειusque adπροεστῶταςBlass.

66 Desunt col. 15 versus quinque et col. 16 fere tota.

67 Column 17

68 Col. 17 plerumque restituit Blass.

69 δήμουBabington.

70 ἐδημηγόρειςusque adγνῶναιSauppe.

71 περιποιησάμενοςSauppe.

72 χρήμασινJensen.

73 Colin sic restituit:ὕφορμον, ὅποι ὑπάγοις ἐν τῷ καιρῷ.

74 ἑαυτοῦJensen.

75 πατρίδος εἶναιKenyon.

76 μὴusque adἐξαίφνηςBlass.

77 Column 18

78 ΒοιωτῶνBlass:τοιούτωνColin.

79 Desunt col. 18 versus fere duodecim.

80 Column 19

81 Col. 19 plerumque restituit Boeckh.

82 παρεσκεύακαςJensen:παρῄρησαιBlass.

83 σατράπαςSauppe.

84 αὐτῶνJensen.

85 Desunt col. 19 versus fere sex et col. 20 versus fere undecim.

86 Column 20

87 Coll. 20 et 21 plerumque restituit Blass.

88 Desunt col. 20 versus fere unus et col. 21 unus.

89 Column 21

90 πατρίδοςBoeckh.

91 καταγέλαστονBabington.

92 ἔμπροσθενBoeckh.

93 Column 22

94 δι᾽ ὑμᾶςSauppe.

95 ὀδῷBabington, coll. Polluce ii. 15.

96 τινῶνBlass.

97 Desunt col. 22 versus quattuor et col. 23 fere tota.

98 Column 24

99 Col. 24 plerumque restituit Sauppe.

100 οἱBlass.

101 καὶusque adμὲνBoeckh.

102 εἰλήφασινBabington.

103 ἁπλᾶusque adπροστάττουσινBlass.

104 Column 25

105 Column 26

106 ἄρχωνBoeckh.

107 δι᾽ ἀπειρίανBabington.

108 οὗτοςSauppe.

109 καταρρητορευθεὶςSauppe.

110 ΚόνωνBoeckh.

111 ὅτιBabington.

112 Desunt col. 27 fere tota et col. 28 versus septem.

113 Column 28

114 Coll. 28 et 29 plerumque restituit Blass.

115 Desunt versus fere duo.

116 τοῦ δ᾽ ἐπιόντος ἔτουςci. Jensen.

117 ταμίανKenyon.

118 ἐξ ἐκείνωνKenyon.

119 πραγμάτωνKenyon.

120 Column 29

121 καὶ αὐτοῦJensen: καὶ περὶ Blass.

122 ἀξιοπιστότατονKenyon.

123 εὐνοίαςFuhr:διανοίαςBlass.

124 Desunt aliquot versus.

125 Hoc fragmentum, quod ad finem orationis habet Kenyon, huc inseruit Blass.

126 Desunt aliquot versus.

127 Column 30

128 Col. 30 plerumque restituit Fuhr.

129 ὑπηρετοῖμενBlass.

130 δέοιBoeckh.

131 Desunt aliquot versus.

132 Hoc fragmentum, quod ad finem orationis habet Kenyon, huc inseruit Blass.

133 Desunt aliquot versus.

134 Column 31

135 εἶναι εἰ βούλοιτοSauppe.

136 ἀφικομένουci. Blass,τοῦ Νικάνοροςadd. Colin.

137 Desunt col. 31 versus fere decem.

138 Column 32

139 Coll. 32 et 34 plerumque restituit Sauppe.

140 ἀγγελίανBlass.

141 ὈλυμπίαςBlass.

142 Desunt col. 32 versus fere quattuordecim et col. 33 fere tota.

143 Column 34

144 ἐθέλονταςThalheim.

145 καὶ τὰThalheim.

146 Column 35

147 Desunt col. 34 versus fere quattuor et col. 35 versus fere undeviginti.

148 Col. 35 restituit Blass.

149 Column 36

150 Desunt col. 36 versus fere viginti sex et col. 37 versus quinque.

151 Column 37

152 Column 38

153 Desunt versus fere sedecim.

154 Col. 38 plerumque restituit Blass.

155 τοὺς ἀδικοῦνταςFuhr:τοῖς δικάσταιςBlass.

156 Desunt versus fere undecim.

157 Column 39

158 Postὑμᾶςadd.ἀποβλέψαντας εἰςBoeckh.

159 Desunt versus fere quattuor.

160 τὴνdel. Blass.

161 Desunt versus tres.

162 Column 40

163 Col. 40 plerumque restituit Boeckh, sedτοὺς εἰληφόταςSauppe.

164 Desunt versus fere decem.

165 κλαίωνBlass.

166 ποιήσειενBlass.

167 προσῆκονBlass.

168 ἐξὸνSauppe:δέονBlass.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: