previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

“18. [2] οὐ γάρ ἐστι ῥᾴδιον οὔτε ἐν πᾶσί τινα ἰσχύειν οὔτε ἐν ἑκατέροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν: οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι 1 ἀνοηταίνουσιν ὡς πλήθει, καὶ τὰ ἀθρόως εὐτυχήσαντ᾽ 2 οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ πολὺ ἀνθεῖ. δι᾽ οὖν ταῦτ᾽ ἐς τὰ πρῶτά ποθ᾽ ὑπὸ τῶν πολιτῶν ἀρθείς, ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν, καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ 3 μετ᾽ ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν.” M. 31 (p. 146). “ [3] ὅτι ὁ αὐτὸς στρατηγῆσαι 4 θελήσας καὶ μὴ τελεσθεὶς ἠγανάκτησε τῷ ὁμίλῳ, καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι, [p. 138] παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο. [4] καὶ λιμοῦ γενομένου ἰσχυροῦ καὶ Νώρβης πόλεως ἀποικίζεσθαι βουλομένης, τὸ πλῆθος ἐπ᾽ ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς ᾐτιάσατο, ὡς καὶ δι᾽ ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολεμίους ἐπίτηδες ἐπ᾽ ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι: ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι, πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνόμενα ἀλλοίως κατὰ [5] τὸ στασιωτικὸν λαμβάνουσι. καὶ ὁ Κοριολανὸς ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο, καὶ σίτου πολλαχόθεν κομισθέντος, καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος, οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾔτουν. οἱ οὖν δήμαρχοι, οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι ἐγλίχετο, τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος 5 ἀγαγόντες ἐξήλασαν, καίτοι πάντων τῶν βουλευτῶν 6 βοώντων καὶ δεινὸν ποιουμένων ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν [6] ἐτόλμων. ἐκπεσὼν οὖν πρὸς τοὺς Οὐόλσκους [p. 140] καίπερ ἐχθίστους ὄντας ὀργῇ τῆς συμφορᾶς ἦλθε, καὶ ἑαυτὸν ἔκ τε τῆς ἀνδρείας ἧς 7 ἐπεπείραντο, καὶ ἐκ τοῦ θυμοῦ τοῦ πρὸς τοὺς πολίτας, ἀσμένως δέξεσθαι προσεδόκησεν, ἀντίπαλα ἢ καὶ μείζω δι᾽ αὐτὸν 8 τοὺς Ῥωμαίους ὧν ἔπαθον δράσειν ἀντελπίσαντας: 9 ὑφ᾽ ὧν γὰρ ἄν τις σφόδρα κακοπαθῇ, πρὸς τῶν αὐτῶν τούτων 10 καὶ εὖ πείσεσθαι, βουλομένων γε καὶ δυναμένων εὖ 11 ποιῆσαι, οὐκ ἐλάχιστα πιστεύει.” M. 32 (p. 147). “ [p. 142] [7] Πανὺ γὰρ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς οἰκείας κινδυνεύοντες μηδ᾽ ὣς τῶν ἀλλοτρίων ἀφίσταντο. ὡς οὖν καὶ ταῦτα ἀνηγγέλθη σφίσιν, οἱ μὲν ἄνδρες οὐδὲν μᾶλλον ἐκινήθησαν: οὕτω πως κακῶς ἐστασίαζον ὥστε μηδ᾽ ὑπὸ τῶν κινδύνων καταλλαγῆναι: αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Οὐολουμνία 12 καὶ ἡ μήτηρ Οὐετουρία, 13 [p. 144] παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανεστάτας, ἦλθον πρὸς αὐτὸν ἐς τὸ στρατόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι, καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι ἐπὶ τῇ χώρᾳ ἀλλὰ 14 μηδὲ ἐπὶ τῇ καθόδῳ καταλύσασθαι. [8] προσήκατο γὰρ αὐτὰς εὐθύς, ἐπειδὴ τάχιστα παρούσας ᾔσθετο, καὶ λόγου σφίσι μετέδωκεν, ἐπράχθη τε ὧδε: αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον, ἡ δὲ δὴ Οὐετουρία 15 ‘τί θαυμάζεις,’ ἔφη, ‘τέκνον; τί δὲ ἐκπέπληξαι; οὐκ ηὐτομολήκαμεν, ἀλλ᾽ ἡμᾶς ἡ πατρὶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα, ὥστ᾽ εἰ καὶ [9] νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. τί δακρύεις; τί δ᾽ ἀποστρέφῃ; ἢ ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα, ἵνα σε ἴδωμεν; καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι [p. 146] ὀργίζου τοῖς πολίταις τοῖς φίλοις τοῖς ἱεροῖς τοῖς τάφοις, μηδ᾽ ἐπεσπέσῃς ἐς τὸ ἄστυ θυμῷ πολεμίῳ, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολανὸς ἐγένου. πείσθητί μοι, παιδίον, μηδέ με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με [10] ὑπ᾽ αὐτοχειρίας ἴδῃς.’ ταῦτ᾽ εἰποῦσα ἀνέκλαυσε, καὶ τήν τε ἐσθῆτα καταρρηξαμένη καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη, ‘ἰδού,’ ἔφη, ‘τέκνον, αὕτη σε ἔτεκεν, οὗτοί σε ἐξέθρεψαν.’ εἰπούσης δὲ αὐτῆς ταῦτα καὶ ἡ γαμετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλλαι γυναῖκες [p. 148] συνεθρήνησαν, ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν. [11] μόλις τέ ποτε ἀνενεγκὼν περιέπτυξε τὴν μητέρα, καὶ φιλῶν ἅμα αὐτήν, ‘ἰδού,’ 16 ἔφη, ‘μῆτερ, πείθομαί σοι: σὺ γάρ με νικᾷς, καὶ σοὶ δὴ 17 ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν: ἐγὼ γὰρ οὐδ᾽ ἰδεῖν αὐτοὺς ὑπομένω, οἵτινες τηλικαῦτα ὑπ᾽ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν. οὔκουν οὐδ᾽ ἀφίξομαί ποτε ἐς τὴν πόλιν: ἀλλὰ σὺ μὲν καὶ ἀντ᾽ ἐμοῦ τὴν πατρίδα ἔχε, ἐπειδὴ τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἐκποδὼν ὑμῖν [12] ἀπαλλαγήσομαι.’ ταῦτ᾽ εἰπὼν ἀπανέστη: τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων, ὅτι καὶ τὴν ἀρχὴν ἐπ᾽ αὐτοὺς ἐπεστράτευσεν, οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο, [p. 150] ἀλλ᾽ ἐς τοὺς Οὐόλσκους ἀναχωρήσας ἐνταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ γηράσας ἀπέθανεν.” M. 33 (p. 148). “ ”

1 i)sxurizo/menoi Bk., e)gxeirizo/menoi Ms.

2 ta\ a)qro/ws eu)tuxh/sant' Bk. (and so perhaps Ms.), tw=| a)qro/w| eu)tuxh/santa Mai.

3 au)= BK., a)\n Ms.

4 strathgh=sai Mai (from Zon.), strathgo\s Ms.

5 u(po\ to\ plh=qos Krebs, tou= plh/qous Ms.

6 tw=n bouleutw=n supplied by Polak.

7 h(=s supplied by Krebs.

8 au)to\n Bs., au)to\ Ms.

9 a)ntelpi/santas Bk., a)ntelpi/sas Ms.

10 tw=n au)tw=n tou/twn n. Hers., tw=n au)tw=n au)tw=n Ms.

11 eu)= Bk., ti Ms.

12 *ou)oloumni/a Bk., ou)loumni/a Ms.

13 *ou)etouri/a Bk., betouri/a Ms.

14 a)lla\ supplied by Gros.

15 *ou)etouri/a Bk., betouri/a Ms.

16 i)dou= Bk.. i)/de Ms.

17 dh\ Bk., de\ Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: