previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων: οὐ γὰρ ἠδυνάμην ἐμαυτοῦ κἂν ἐπ̓ ὀλίγον κρατεῖν τὸ μὴ ὁρᾶν τὴν κόρην. δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην: ἔπειτα δέ τι καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε: ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα. [2] Εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν λόγος: ‘εἰ τοῖς ἄνθεσιν ἤθελεν Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. Γῆς ἐστι κόσμος, φυτῶν ἀγλάισμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα. [3] Ἔρωτος πνεῖ, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινήτοις πετάλοις τρυφᾷ, τὰ πέταλα τῷ Ζεφύρῳ γελᾷ.’ μὲν ταῦτα ᾖδεν: ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς ἰδεῖν, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: