previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλέξανδρος Φιλίππου ῾εἰ δέ τῳ δοκεῖ, τοῦ Διός, ἐμοὶ γὰρ οὐδὲν διαφέρεἰ Φωκίωνι μόνῳ φασὶ τῷ Ἀθηναίων στρατηγῷ γράφων προσετίθει τὸ χαίρειν: οὕτως ἄρα ᾑρήκει τὸν Μακεδόνα Φωκίων. ἀλλὰ καὶ τάλαντα αὐτῷ ἀργυρίου ἔπεμψεν ἑκατόν, καὶ πόλεις τέτταρας ὠνόμασεν, ὧν ἠξίου μίαν ἣν βούλεται προελέσθαι αὐτόν, ἵνα ἔχοι καρποῦσθαι τὰς ἐκεῖθεν προσόδους. ἦσαν δὲ αἱ πόλεις αἵδε Κίος Ἐλαία Μύλασα Πάταρα. μὲν οὖν Ἀλέξανδρος μεγαλοφρόνως ταῦτα καὶ μεγαλοπρεπῶς: ἔτι γε μὴν μεγαλοφρονέστερον Φωκίων, μήτε τὸ ἀργύριον προσιέμενος μήτε τὴν πόλιν. ὡς δ᾽ ἂν μὴ δοκοίη πάντη ὑπερφρονεῖν τοῦ Ἀλεξάνδρου, ἐτίμησεν αὐτὸν κατὰ τοῦτο. τοὺς ἐν τῇ ἄκρᾳ τῇ ἐν Σάρδεσι δεδεμένους ἄνδρας ἠξίωσεν αὐτὸν ἀφεῖναι ἐλευθέρους αὐτῷ, Ἐχεκρατίδην τὸν σοφιστὴν καὶ Ἀθηνόδωρον τὸν Ἴμβριον καὶ Δημάρατον καὶ Σπάρτωνα. ἀδελφὼ δὲ ἄρα ἤστην οὗτοι Ῥοδίω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: