Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γένη δὲ ἄρα καὶ τεττίγων οὐκ ὀλίγα ἦν, καὶ αὐτὰ οἱ δεινοὶ ταῦτα εἰδέναι ἀριθμοῦσι, καὶ ὀνόματα ᾄδουσιν αὐτῶν. ὁ μὲν γὰρ τεφρὰς ἐκ τῆς χρόας ὀνομάζεται, ὁ δὲ ἄρα μέμβραξ ὁπόθεν οὐκ οἶδα, καὶ λακέτας δὲ ἦν ἄρα τέττιγος ὄνομα, καὶ κερκώπην ἀκοῇ παρεδεξάμην καὶ ἀχέταν τινὰ καὶ ἀκανθίαν. ἐγὼ μὲν οὖν τοσαῦτα τεττίγων ἀκούσας γένη μέμνημαι: ὅτῳ δὲ καὶ πλείω τῶν προειρημένων ἐς γνῶσιν ἀφίκετο, λεγέτω ἐκεῖνος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.