previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀγριώτατον δὲ ἄρα ἦσαν τῶν ζῴων οἱ τῶν Αἰθιόπων ταῦροι οἱ καλούμενοι σαρκοφάγοι. καί εἰσι μὲν τὸ μέγεθος τῶν παρὰ τοῖς Ἕλλησι διπλασίους, ὤκιστοι δὲ τὸ τάχος. εἰσὶ δὲ πυρρότριχες, γλαυκοὶ τοὺς ὀφθαλμούς, καὶ ὑπὲρ τοὺς λέοντας οὗτοι. τὰ κέρατα δὲ τὸν μὲν ἄλλον χρόνον κινοῦσιν ὡς καὶ τὰ ὦτα, ἐν δὲ ταῖς μάχαις ἐγείρουσιν αὐτὰ καὶ ἀναστήσαντες ἰσχυρῶς, εἶτα οὕτω μάχονται: τὰ δὲ οὐ κλίνεται ὑπὸ τοῦ θυμοῦ ἀνεστῶτα, φύσει ναὶ μὰ Δία θαυμαστῇ. ἄτρωτοι δέ εἰσι καὶ λόγχαις καὶ βέλει παντί: γάρ τοι σίδηρος οὐκ εἰσδύεται: φρίξας γὰρ ταῦρος ἐκβάλλει [p. 433] αὐτὸν μάτην προσπεσόντα. ἐπιτίθεται δὲ καὶ ἵππων ἀγέλαις καὶ θηρίων ἄλλων. οἱ τοίνυν νομεῖς ἐπαρκεῖν ταῖς ἑαυτῶν ἀγέλαις βουλόμενοι τάφρους κρυπτὰς ἐργάζονται βαθείας, καὶ ταύταις αὐτοὺς ἐλλοχῶσιν: οἳ δὲ ὅταν ἐμπέσωσιν, ὑπὸ τοῦ θυμοῦ ἀποπνίγονται. κέκριται δὲ παρὰ τοῖς Τρωγλοδύταις τοῦτο τὸ ζῷον δικαίως ἄριστον: ἔχει μὲν γὰρ λέοντος τὴν ἀλκήν, τὴν δὲ ὠκύτητα ἵππου, ῥώμην δὲ ταύρου, σιδήρου δὲ κρεῖττόν ἐστι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: