Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γίνεται δὲ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ ἰχθύς, καὶ ὅσα γε εἰδέναι ἐμέ, ἔθεντο Περσέα οἱ ἐπιχώριοι ὄνομα αὐτῷ. καὶ οἱ μὲν Ἕλληνες αὐτὸν οὕτω, καλοῦσι δὲ καὶ Ἄραβες ὁμοίως τοῖς Ἕλλησι: Διὸς γὰρ υἱὸν καὶ ἐκεῖνοι ᾄδουσι τὸν Περσέα, καὶ ἀπ᾽ αὐτοῦ γε τὸν ἰχθὺν ὑμνοῦσι λέγεσθαι. μέγεθος μὲν οὖν ἐστι κατὰ τὸν ἀνθίαν τὸν μέγιστον, ἰδεῖν δὲ ὅμοιος λάβρακι: γρυπός γε μὴν ἡσυχῆ οὕτω, καὶ ζώναις πεποίκιλται χρυσῷ προσεικασμέναις: ἄρχονται δὲ ἀπὸ τῆς κεφαλῆς ἐπικάρσιοι αἱ ζῶναι, καὶ ἐς τὴν γαστέρα καταλήγουσι. πέφρακται δὲ ὀδοῦσι μεγάλοις καὶ πυκνοῖς. λέγεται δὲ ἰχθύων περιεῖναι ῥώμῃ τε σώματος καὶ βίᾳ: ἀλλὰ οὐδὲ τόλμης οἱ ἐνδεῖ. θήραν δὲ αὐτοῦ καὶ ἄγραν εἶπον ἀλλαχόθι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.