previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸν σῦν τὸν ἄγριόν φασι μὴ πρότερον ἐπί τινα φέρεσθαι πρὶν τοὺς χαυλιόδοντας ὑποθῆξαι: μαρτυρεῖ δὲ ἄρα καὶ Ὅμηρος τοῦτο λέγων [p. 130] θήξας λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν. παχύνεσθαι δὲ τὸν σῦν ἀκούω μάλιστα μὴ λούμενον, ἀλλὰ ἐν τῷ βορβόρῳ διατρίβοντά τε καὶ στρεφόμενον καὶ πίνοντα ὕδωρ τεθολωμένον, καὶ ἡσυχίᾳ καὶ στέγῃ σκοτωδεστέρᾳ χαίροντα καὶ τροφαῖς ὅσαι φυσωδέστεραί τέ εἰσι καὶ ὑποπλῆσαι δύνανται. καὶ Ὅμηρος δὲ ἔοικε ὑποδηλοῦν ταῦτα. περὶ μὲν οὖν τοῦ καλινδεῖσθαι αὐτοὺς καὶ φιληδεῖν τοῖς ῥυπαρωτέροις τέλμασι ... λέγων σύες χαμαιευνάδες: ὅτι δὲ τῷ τεθολωμένῳ ὕδατι πιαίνονται ... φησὶ

μέλαν ὕδωρ
πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
ὅτι δὲ χαίρουσι τῷ σκότῳ διὰ τούτων ἐλέγχει

πέτρῃ ὕπο γλαφυρῇ εὗδον Βορέω ὑπ᾽ ἰωγῇ.
τὸ δὲ φυσῶδες αἰνίττεται τῆς τροφῆς ὅταν λέγῃ βάλανον μενοεικέα ἐσθίειν αὐτάς. εἰδὼς δὲ ἄρα Ὅμηρος ὡς καὶ ἰσχναίνεται καὶ ἐπιτρίβει τὰ κρέα ὗς ὁρῶν τὸν θῆλυν, πεποίηκε τοὺς ἄρρενας ἰδίᾳ καθεύδοντας καὶ τὰς θηλείας ἰδίᾳ. ἐν Σαλαμῖνι δὲ χλωροῦ σίτου καὶ ληίου κομῶντος ἐὰν σῦς ἐμπεσοῦσα ἀποκείρῃ, νόμος ἐστὶ Σαλαμινίων τοὺς ὀδόντας ἐκτρίβειν αὐτῆς. καὶ τοῦτο εἶναι τὸ παρ᾽ Ὁμήρῳ συὸς ληιβοτείρης φασίν. οἳ δὲ ἑτέρως νοοῦσι, καὶ λέγουσι χλωροῦ σίτου τὴν ὗν γευσαμένην ἀσθενεῖς ἔχειν τοὺς ὀδόντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: