anonymi epigrammatici
τῇδ᾽ ὑπὸ τὰν ἄρκευθον ἴτ᾽ ἀμπαύοντες, ὁδῖται,
γυῖα παρ᾽ Ἑρμείᾳ σμικρὸν ὁδοῦ φύλακι, [p. 10]
μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ
καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.
πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος. ἅ θ᾽ ὑπὸ πέτρᾳ
πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον
ἔνδιον δὲ φυγόντες ὀπωρινοῦ κυνὸς ἄσθμα,
ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.