antiphilus
Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃ
πέμπε κατὰ σταθερῆς οἰχομένην; ὀθόνην
ἄχρις ἐπὶ Τρίτωνα: σὺ δ᾽ ἠόνος ἄκρα λελογχὼς
τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην:
κεῖθεν δ᾽, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί,
πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ. [p. 14]