automedon
Νικήτης ὀλίγοις μὲν ἐπὶ προτόνοισιν, ἀήτης
οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης:
ἀλλ᾽ ὅταν ἐμπνεύσῃ, κατὰ δ᾽ ἱστία πάντα φέρηται,
λαίφεα πακτώσας, μέσσα θέει πελάγη,
ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων
ἔλθῃ ἀκυμάντους † ἔμπροσθεν εἰς λιμένας.