apollonides
Ὑπνώεις, ὦ 'ταῖρε: τὸ δὲ σκύφος αὐτὸ,βοᾷ σε:
ἔγρεο,
μὴ τέρπου μοιριδίῃ μελέτῃ.φείσῃ, Διόδωρε: λάβρος δ᾽ εἰς Βάκχον ὀλισθὼν,
μὴ
ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος.
ἔσσεθ᾽ ὅτ᾽ οὐ πιόμεσθα, πολὺς πολύς: ἀλλ᾽ ἄγ᾽ ἐπείγου:
ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων.